호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων κατὰ θάλατταν εἰς Ἄργος ὁπλίτας μὲν χιλίους ἐπιλέκτους, ἱππεῖς δὲ διακοσίους, ὧν ἐστρατήγουν Λάχης καὶ Νικόστρατος:? συνῆν δὲ τούτοις καὶ Ἀλκιβιάδης ἰδιώτης ὢν διὰ τὴν φιλίαν τὴν πρὸς Ἠλείους καὶ Μαντινεῖς: συνεδρευσάντων δὲ πάντων, ἔδοξε τὰς μὲν σπονδὰς ἐᾶν χαίρειν, πρὸς δὲ τὸν πόλεμον ὁρμῆσαι. διὸ καὶ τοὺς ἰδίους ἕκαστος στρατηγὸς παρώρμησε πρὸς τὸν ἀγῶνα, καὶ πάντων προθύμως ὑπακουσάντων, ἐκτὸς τῆς πόλεως κατεστρατοπέδευσαν.
ἔδοξεν οὖν αὐτοῖς πάντων πρῶτον στρατεύειν ἐπ Ὀρχομενὸν τῆς Ἀρκαδίας. διὸ καὶ παρελθόντες εἰς Ἀρκαδίαν, προσκαθεζόμενοι τῇ πόλει καθ ἡμέραν ἐποιοῦντο προσβολὰς τοῖς τείχεσι. χειρωσάμενοι δὲ τὴν πόλιν κατεστρατοπέδευσαν πλησίον Τεγέας, κεκρικότες καὶ ταύτην πολιορκῆσαι.
τῶν δὲ Τεγεατῶν ἀξιούντων τοὺς Λακεδαιμονίους βοηθῆσαι κατὰ τάχος, οἱ Σπαρτιᾶται παραλαβόντες τοὺς ἰδίους πάντας καὶ τοὺς συμμάχους ἧκον ἐπὶ τὴν Μαντίνειαν, νομίζοντες ταύτης πολεμουμένης ἀρθήσεσθαι τὴν τῆς Τεγέας πολιορκίαν. οἱ δὲ Μαντινεῖς τοὺς συμμάχους παραλαβόντες, καὶ αὐτοὶ πανδημεὶ στρατεύσαντες, ἀντετάχθησαν τοῖς Λακεδαιμονίοις.
γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ μὲν ἐπίλεκτοι τῶν Ἀργείων, χίλιοι τὸν ἀριθμὸν ὄντες, γεγυμνασμένοι δὲ καλῶς τὰ κατὰ τὸν πόλεμον, ἐτρέψαντο τοὺς ἀντιτεταγμένους πρῶτοι, καὶ διώκοντες πολὺν ἐποίουν φόνον. οἱ δὲ Λακεδαιμόνιοι τἄλλα μέρη τοῦ στρατεύματος τρεψάμενοι καὶ πολλοὺς ἀνελόντες ὑπέστρεψαν ἐπ αὐτοὺς ἐκείνους, καὶ τῷ πλήθει κυκλώσαντες ἤλπιζον κατακόψειν ἅπαντας.
τῶν δὲ λογάδων τῷ μὲν πλήθει πολὺ λειπομένων, ταῖς δ ἀνδραγαθίαις προεχόντων, ὁ μὲν βασιλεὺς τῶν Λακεδαιμονίων προαγωνιζόμενος ἐνεκαρτέρησε τοῖς δεινοῖς, καὶ πάντας ἂν ἀνεῖλεν:
ἔσπευδε γὰρ τοῖς πολίταις ἀποδοῦναι τὰς ἐπαγγελίας, καὶ μέγα τι κατεργασάμενος διορθώσασθαι τὴν γεγενημένην ἀδοξίαν: οὐ μὴν εἰάθη γε τὴν προαίρεσιν ἐπιτελέσαι. Φάραξ γὰρ ὁ Σπαρτιάτης, εἷς ὢν τῶν συμβούλων, ἀξίωμα δὲ μέγιστον ἔχων ἐν τῇ Σπάρτῃ, διεκελεύετο τοῖς λογάσι δοῦναι δίοδον, καὶ μὴ πρὸς ἀπεγνωκότας τὸ ζῆν διακινδυνεύοντας πεῖραν λαβεῖν ἀτυχούσης ἀρετῆς. ὅθεν ἠναγκάσθη κατὰ τὴν ἀρτίως ῥηθεῖσαν ἐπιταγὴν δοῦναι διέξοδον κατὰ τὴν τοῦ Φάρακος γνώμην.
οἱ μὲν οὖν χίλιοι τὸν εἰρημένον τρόπον ἀφεθέντες διελθεῖν διεσώθησαν, οἱ δὲ Λακεδαιμόνιοι μεγάλῃ μάχῃ νικήσαντες καὶ τρόπαιον στήσαντες ἀπῆλθον εἰς τὴν οἰκείαν. τοῦ δ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντιφῶν, ἐν Ῥώμῃ δ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες κατεστάθησαν, Γάιος Φούριος καὶ Τίτος Κοΐντιος, ἔτι δὲ Μάρκος Ποστούμιος καὶ Αὖλος Κορνήλιος.
ἐπὶ δὲ τούτων Ἀργεῖοι καὶ Λακεδαιμόνιοι διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην ἐποιήσαντο καὶ συμμαχίαν συνέθεντο. διόπερ οἱ Μαντινεῖς ἀποβαλόντες τὴν ἀπὸ τῶν Ἀργείων βοήθειαν ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις.
περὶ δὲ τοὺς αὐτοὺς χρόνους ἐν τῇ πόλει τῶν Ἀργείων οἱ κατ ἐκλογὴν κεκριμένοι τῶν πολιτῶν χίλιοι συνεφώνησαν, καὶ τὴν μὲν δημοκρατίαν ἔγνωσαν καταλύειν, ἀριστοκρατίαν δ ἐξ αὑτῶν καθιστάναι. ἔχοντες δὲ πολλοὺς συνεργοὺς διὰ τὸ προέχειν τῶν πολιτῶν ταῖς οὐσίαις καὶ ταῖς ἀνδραγαθίαις, τὸ μὲν πρῶτον συλλαβόντες τοὺς δημαγωγεῖν εἰωθότας ἀπέκτειναν, τοὺς δ ἄλλους καταπληξάμενοι κατέλυσαν τοὺς νόμους καὶ δι ἑαυτῶν τὰ δημόσια διῴκουν.
διακατασχόντες δὲ ταύτην τὴν πολιτείαν μῆνας ὀκτὼ κατελύθησαν, τοῦ δήμου συστάντος ἐπ αὐτούς: διὸ καὶ τούτων ἀναιρεθέντων ὁ δῆμος ἐκομίσατο τὴν δημοκρατίαν. ἐγένετο δὲ καὶ ἑτέρα κίνησις κατὰ τὴν Ἑλλάδα:
καὶ Φωκεῖς γὰρ πρὸς Λοκροὺς διενεχθέντες παρατάξει ἐκρίθησαν διὰ τὴν οἰκείαν ἀνδρείαν: ἐνίκησαν γὰρ Φωκεῖς ἀνελόντες Λοκρῶν πλείους χιλίων. Ἀθηναῖοι δὲ Νικίου στρατηγοῦντος εἷλον δύο πόλεις, Κύθηρα καὶ Νίσαιαν:
τήν τε Μῆλον ἐκπολιορκήσαντες πάντας ἡβηδὸν ἀπέσφαξαν, παῖδας δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Φιδηνᾶται μέν, παραγενομένων εἰς τὴν πόλιν αὐτῶν πρέσβεων ἐκ τῆς Ῥώμης, ἐπὶ μικραῖς αἰτίαις ἀνεῖλον τούτους. ἐφ οἷς οἱ Ῥωμαῖοι παροξυνθέντες ἐψηφίσαντο πολεμεῖν, καὶ προχειρισάμενοι δύναμιν ἀξιόλογον εἵλοντο δικτάτωρα Ἄνιον Αἰμίλιον καὶ μετὰ τούτου κατὰ τὸ ἔθος Αὖλον Κορνήλιον ἵππαρχον.
ὁ δ Αἰμίλιος παρασκευασάμενος τὰ πρὸς τὸν πόλεμον, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τοὺς Φιδηνάτας.
ἀντιταξαμένων δὲ τῶν Φιδηνατῶν ἐγένετο μάχη ἐπὶ πολὺν χρόνον ἰσχυρά, καὶ πολλῶν παρ ἀμφοτέροις πεσόντων ἰσόρροπος ὁ ἀγὼν ἐγένετο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기