- 텍스트

Diodorus Siculus, Library, book xii, chapter 76

(디오도로스 시켈로스, Library, book xii, chapter 76)

Λακεδαιμόνιοι δὲ ὁρῶντες ἐπ αὐτοὺς συνισταμένην τὴν Πελοπόννησον καὶ προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὰ κατὰ τὴν ἡγεμονίαν ὡς ἦν δυνατὸν ἠσφαλίζοντο.? καὶ πρῶτον μὲν τοὺς μετὰ Βρασίδα κατὰ τὴν Θρᾴκην ἐστρατευμένους Εἵλωτας ὄντας χιλίους ἠλευθέρωσαν, μετὰ δὲ ταῦτα τοὺς ἐν τῇ Σφακτηρίᾳ νήσῳ ληφθέντας αἰχμαλώτους Σπαρτιάτας ἀτιμίᾳ περιβεβληκότες, ὡς τὴν Σπάρτην ἀδοξοτέραν πεποιηκότας, ἀπέλυσαν τῆς ἀτιμίας. ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι:

τοῖς τε συμμάχοις ἐπιεικέστερον προσεφέροντο, καὶ ταῖς φιλανθρωπίαις τοὺς ἀλλοτριωτάτους αὐτῶν ἐθεράπευον. Ἀθηναῖοι δὲ τοὐναντίον τῷ φόβῳ βουλόμενοι καταπλήξασθαι τοὺς ἐν ὑποψίᾳ ἀποστάσεως ὄντας, παράδειγμα πᾶσιν ἀνέδειξαν τὴν ἐκ τῶν Σκιωναίων τιμωρίαν:

ἐκπολιορκήσαντες γὰρ αὐτοὺς καὶ πάντας ἡβηδὸν κατασφάξαντες, παῖδας μὲν καὶ γυναῖκας ἐξηνδραποδίσαντο,τὴν δὲ νῆσον οἰκεῖν παρέδοσαν τοῖς Πλαταιεῦσιν, ἐκπεπτωκόσι δι ἐκείνους ἐκ τῆς πατρίδος. περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἰταλίαν Καμπανοὶ μεγάλῃ δυνάμει στρατεύσαντες ἐπὶ Κύμην ἐνίκησαν μάχῃ τοὺς Κυμαίους καὶ τοὺς πλείους τῶν ἀντιταχθέντων κατέκοψαν.

προσκαθεζόμενοι δὲ τῇ πολιορκίᾳ καὶ πλείους προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὴν πόλιν. διαρπάσαντες δ αὐτὴν καὶ τοὺς καταληφθέντας ἐξανδραποδισάμενοι τοὺς ἱκανοὺς οἰκήτορας ἐξ αὑτῶν ἀπέδειξαν. ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀστυφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Κοΐντιον καὶ Αὖλον Σεμπρώνιον, Ἠλεῖοι δ ἤγαγον Ὀλυμπιάδα ἐνενηκοστήν, καθ ἣν ἐνίκα στάδιον Ὑπέρβιος Συρακόσιος.

ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν κατά τινα χρησμὸν Δηλίοις ἀπέδοσαν τὴν νῆσον, καὶ κατῆλθον εἰς τὴν πατρίδα οἱ τὸ Ἀδραμύτιον οἰκοῦντες Δήλιοι. τῶν δὲ Ἀθηναίων οὐκ ἀποδόντων Λακεδαιμονίοις τὴν Πύλον, πάλιν αἱ πόλεις αὗται πρὸς ἀλλήλας διεφέροντο καὶ πολεμικῶς εἶχον.

ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀργείων ἔπεισε τοὺς Ἀθηναίους φιλίαν συνθέσθαι πρὸς τοὺς Ἀργείους. αὐξομένης δὲ τῆς διαφορᾶς, οἱ μὲν Λακεδαιμόνιοι τοὺς Κορινθίους ἔπεισαν ἐγκαταλιπεῖν τὴν κοινὴν σύνοδον καὶ συμμαχεῖν τοῖς Λακεδαιμονίοις.

τοιαύτης δὲ ταραχῆς γενομένης καὶ ἀναρχίας οὔσης, τὰ κατὰ τὴν Πελοπόννησον ἐν τούτοις ἦν. ἐν δὲ τοῖς ἐκτὸς τόποις Αἰνιᾶνες καὶ Δόλοπες καὶ Μηλιεῖς συμφρονήσαντες δυνάμεσιν ἀξιολόγοις ἐστράτευσαν ἐπὶ τὴν Ἡράκλειαν τὴν ἐν Τραχῖνι.

ἀντιταχθέντων δὲ τῶν Ἡρακλεωτῶν, καὶ μάχης γενομένης ἰσχυρᾶς, ἡττήθησαν οἱ τὴν Ἡράκλειαν κατοικοῦντες. πολλοὺς δ ἀποβαλόντες στρατιώτας, καὶ συμφυγόντες ἐντὸς τῶν τειχῶν, μετεπέμψαντο βοήθειαν παρὰ τῶν Βοιωτῶν. ἀποστειλάντων δ αὐτοῖς τῶν Θηβαίων χιλίους ὁπλίτας ἐπιλέκτους, μετ αὐτῶν ἠμύνοντο τοὺς ἐπεστρατευκότας. ἅμα δὲ τούτοις πραττομένοις Ὀλύνθιοι μὲν στρατεύσαντες ἐπὶ πόλιν Μηκύβερναν, φρουρουμένην ὑπ Ἀθηναίων, τὴν μὲν φρουρὰν ἐξέβαλον, αὐτοὶ δὲ τὴν πόλιν κατέσχον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION