호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐλόγωσ δ’ ὑπωπτεύθησαν αἱ πόλεισ συμφρονεῖν κατὰ τῆσ Ἑλλάδοσ διὰ τὸ προσγεγράφθαι ταῖσ κοιναῖσ συνθήκαισ· ἐξεῖναι Ἀθηναίοισ καὶ Λακεδαιμονίοισ, ὅπερ ἂν δοκῇ ταύταισ ταῖσ πόλεσι, προσγράφειν ταῖσ συνθήκαισ καὶ ἀφαιρεῖν ἀπὸ τῶν συνθηκῶν. χωρὶσ δὲ τούτων Ἀθηναῖοι μὲν διὰ ψηφίσματοσ ἔδωκαν δέκα ἀνδράσιν ἐξουσίαν ἔχειν βουλεύεσθαι περὶ τῶν τῇ πόλει συμφερόντων· τὸ παραπλήσιον δὲ καὶ τῶν Λακεδαιμονίων πεποιηκότων φανερὰν συνέβη γενέσθαι τῶν δύο πόλεων τὴν πλεονεξίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기