호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε.? διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις, Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기