- 텍스트

Diodorus Siculus, Library, book xii, chapter 72

(디오도로스 시켈로스, Library, book xii, chapter 72)

ἐπ ἄρχοντος δ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ιοὔνιον.? ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων. ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις.

ἐφ οἷς παροξυνθεὶς ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στρατηγοὺς μετὰ δυνάμεως ἐπ αὐτοὺς Ἀριστείδην καὶ Σύμμαχον.

οὗτοι δὲ καταπλεύσαντες εἰς τὴν Λέσβον καὶ προσβολὰς ποιησάμενοι συνεχεῖς εἷλον τὴν Ἄντανδρον, καὶ τῶν φυγάδων τοὺς μὲν ἀπέκτειναν, τοὺς δ ἐκ τῆς πόλεως ἐξέβαλον, αὐτοὶ δὲ φρουρὰν ἀπολιπόντες τὴν φυλάξουσαν τὸ χωρίον ἀπέπλευσαν ἐκ τῆς Λέσβου. μετὰ δὲ ταῦτα Λάμαχος ὁ στρατηγὸς ἔχων δέκα τριήρεις ἔπλευσεν εἰς τὸν Πόντον, καὶ καθορμισθεὶς εἰς Ἡράκλειαν περὶ τὸν ποταμὸν τὸν ὀνομαζόμενον Κάλητα πάσας τὰς ναῦς ἀπέβαλε:

μεγάλων γὰρ ὄμβρων καταρραγέντων, καὶ τοῦ ποταμοῦ βίαιον τὴν καταφορὰν τοῦ ῥεύματος ποιησαμένου, τὰ σκάφη κατά τινας τραχεῖς τόπους προσπεσόντα τῇ γῇ διεφθάρη. Ἀθηναῖοι δὲ πρὸς Λακεδαιμονίους σπονδὰς ἐνιαυσίους ἐποιήσαντο κατὰ ταύτας τὰς ὁμολογίας, ὥστ ἔχειν ἑκατέρους ὧν τότε κύριοι καθειστήκεσαν.

συνιόντες δὲ πολλάκις εἰς λόγους ᾤοντο δεῖν καταλῦσαι τὸν πόλεμον καὶ εἰς τέλος παύσασθαι τῆς πρὸς ἀλλήλους φιλοτιμίας: Λακεδαιμόνιοι δὲ ἔσπευδον ἀπολαβεῖν τοὺς ἐν τῇ Σφακτηρίᾳ γενομένους αἰχμαλώτους. τῶν δὲ σπονδῶν τὸν εἰρημένον τρόπον συντελεσθεισῶν, περὶ μὲν τῶν ἄλλων αὐτοῖς ὁμολογούμενα πάντα ὑπῆρξε, περὶ δὲ τῆς Σκιώνης ἠμφισβήτουν ἀμφότεροι.

γενομένης δὲ μεγάλης φιλοτιμίας τὰς σπονδὰς κατελύσαντο, περὶ δὲ τῆς Σκιώνης διεπολέμουν πρὸς ἀλλήλους. κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ Μένδη πόλις πρὸς τοὺς Λακεδαιμονίους ἀπέστη καὶ τὴν φιλοτιμίαν τὴν ὑπὲρ τῆς Σκιώνης ἰσχυροτέραν ἐποίησε.

διὸ καὶ Βρασίδας μὲν ἐκ τῆς Μένδης καὶ τῆς Σκιώνης ἀποκομίσας τέκνα καὶ γυναῖκας καὶ τἄλλα τὰ χρησιμώτατα φρουραῖς ἀξιολόγοις ἠσφαλίσατο τὰς πόλεις, Ἀθηναῖοι δὲ παροξυνθέντες ἐπὶ τοῖς γεγονόσιν ἐψηφίσαντο πάντας τοὺς Σκιωναίους, ὅταν ἁλῶσιν, ἡβηδὸν ἀποσφάξαι, καὶ δύναμιν ἐξέπεμψαν ἐπ αὐτοὺς ναυτικὴν τριήρων πεντήκοντα: τούτων δὲ τὴν στρατηγίαν εἶχε Νικίας καὶ Νικόστρατος.

οὗτοι δὲ πλεύσαντες ἐπὶ πρώτην τὴν Μένδην ἐκράτησαν τῆς πόλεως προδόντων τινῶν αὐτήν:

τὴν δὲ Σκιώνην περιετείχισαν, καὶ προσκαθήμενοι τῇ πολιορκίᾳ συνεχεῖς προσβολὰς ἐποιοῦντο. οἱ δ ἐν τῇ Σκιώνῃ φρουροί, πολλοὶ μὲν τὸν ἀριθμὸν ὄντες, εὐπορίαν δ ἔχοντες βελῶν καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς, ῥᾳδίως ἠμύνοντο τοὺς Ἀθηναίους, καὶ στάσιν ὑπερδέξιον ἔχοντες πολλοὺς κατετίτρωσκον.

ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦρχεν Ἀλκαῖος, ἐν Ῥώμῃ δὲ ὑπῆρχον ὕπατοι Ὀπίτερος Λουκρήτιος καὶ Λεύκιος Σέργιος Φιδηνιάτης.

ἐπὶ δὲ τούτων Ἀθηναῖοι τοῖς Δηλίοις ἐγκαλοῦντες ὅτι λάθρᾳ πρὸς Λακεδαιμονίους συντίθενται συμμαχίαν, ἐξέβαλον αὐτοὺς ἐκ τῆς νήσου καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τοῖς δ ἐκπεσοῦσι Δηλίοις Φαρνιάκης ὁ σατράπης ἔδωκεν οἰκεῖν πόλιν Ἀδραμύτιον. οἱ δ Ἀθηναῖοι προχειρισάμενοι στρατηγὸν Κλέωνα τὸν δημαγωγόν, καὶ δόντες ἀξιόλογον δύναμιν πεζήν, ἐξέπεμψαν εἰς τοὺς ἐπὶ Θρᾴκης τόπους.

οὗτος δὲ πλεύσας εἰς Σκιώνην, κἀκεῖθεν προσλαβόμενος στρατιώτας ἐκ τῶν πολιορκούντων τὴν πόλιν, ἀπέπλευσε καὶ κατῆρεν εἰς Τορώνην: ἐγίνωσκε γὰρ τὸν μὲν Βρασίδαν ἐκ τούτων τῶν τόπων ἀπεληλυθότα, πρὸς δὲ τῇ Τορώνῃ τοὺς ἀπολελειμμένους στρατιώτας οὐκ ὄντας ἀξιομάχους. πλησίον δὲ τῆς Τορώνης καταστρατοπεδεύσας καὶ πολιορκήσας ἅμα κατὰ γῆν καὶ κατὰ θάλατταν, εἷλε κατὰ κράτος τὴν πόλιν, καὶ τοὺς μὲν παῖδας καὶ τὰς γυναῖκας ἠνδραποδίσατο, αὐτοὺς δὲ καὶ τοὺς τὴν πόλιν φρουροῦντας αἰχμαλώτους λαβών, σήσας ἀπέστειλεν εἰς τὰς Ἀθήνας:

τῆς δὲ πόλεως ἀπολιπὼν τὴν ἱκανὴν φρουρὰν ἐξέπλευσε μετὰ τῆς δυνάμεως, καὶ κατῆρε τῆς Θρᾴκης ἐπὶ Στρυμόνα ποταμόν. καταστρατοπεδεύσας δὲ πλησίον πόλεως Ηιὄνος, ἀπεχούσης ἀπὸ τῆς Ἀμφιπόλεως σταδίους ὡς τριάκοντα, προσβολὰς ἐποιεῖτο τῷ πολίσματι. πυθόμενος δὲ τὸν Βρασίδαν μετὰ δυνάμεως διατρίβειν περὶ πόλιν Ἀμφίπολιν, ἀνέζευξεν ἐπ αὐτόν.

ὁ δὲ Βρασίδας ὡς ἤκουσε προσιόντας τοὺς πολεμίους, ἐκτάξας τὴν δύναμιν ἀπήντα τοῖς Ἀθηναίοις: γενομένης δὲ παρατάξεως μεγάλης, καὶ τῶν στρατοπέδων ἀγωνισαμένων ἀμφοτέρων λαμπρῶς, τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα παρ ἑκατέροις τῶν ἡγεμόνων φιλοτιμουμένων δι ἑαυτῶν κρῖναι τὴν μάχην, συνέβη πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν ἀναιρεθῆναι, τῶν στρατηγῶν αὑτοὺς καταστησάντων εἰς τὴν μάχην καὶ ὑπὲρ τῆς νίκης ἀνυπέρβλητον φιλοτιμίαν εἰσενεγκαμένων. ὁ μὲν οὖν Βρασίδας ἀριστεύσας καὶ πλείστους ἀνελὼν ἡρωικῶς κατέστρεψε τὸν βίον:

ὁμοίως δὲ καὶ τοῦ Κλέωνος ἐν τῇ μάχῃ πεσόντος, ἀμφότεραι μὲν αἱ δυνάμεις διὰ τὴν ἀναρχίαν ἐταράχθησαν, τὸ τέλος δ ἐνίκησαν οἱ Λακεδαιμόνιοι καὶ τρόπαιον ἔστησαν. οἱ δ Ἀθηναῖοι τοὺς νεκροὺς ὑποσπόνδους, ἀνελόμενοι καὶ θάψαντες ἀπέπλευσαν εἰς τὰς Ἀθήνας. εἰς δὲ τὴν Λακεδαίμονα παραγενομένων τινῶν ἐκ τῆς μάχης καὶ τὴν Βρασίδου νίκην ἅμα καὶ τελευτὴν ἀπαγγειλάντων, ἡ μήτηρ τοῦ Βρασίδου πυνθανομένη περὶ τῶν πραχθέντων κατὰ τὴν μάχην ἐπηρώτησε, ποῖός τις γέγονεν ἐν τῇ παρατάξει Βρασίδας:

τῶν δ ἀποκριναμένων ὅτι πάντων Λακεδαιμονίων ἄριστος, εἶπεν ἡ μήτηρ τοῦ τετελευτηκότος ὅτι Βρασίδας ὁ υἱὸς αὐτῆς ἦν ἀγαθὸς ἀνήρ, πολλῶν μέντοι γε ἑτέρων καταδεέστερος. τῶν δὲ λόγων τούτων διαδοθέντων κατὰ τὴν πόλιν οἱ ἔφοροι δημοσίᾳ τὴν γυναῖκα ἐτίμησαν, ὅτι προέκρινε τὸν τῆς πατρίδος ἔπαινον τῆς τοῦ τέκνου δόξης.

μετὰ δὲ τὴν εἰρημένην μάχην ἔδοξαν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις συνθέσθαι σπονδὰς πεντηκονταετεῖς ἐπὶ τοῖσδε:

τοὺς μὲν αἰχμαλώτους παρ ἀμφοτέροις ἀπολυθῆναι, τὰς δὲ πόλεις ἀποδοῦναι τὰς κατὰ πόλεμον ληφθείσας. ὁ μὲν οὖν Πελοποννησιακὸς πόλεμος, διαμείνας μέχρι τῶν ὑποκειμένων καιρῶν ἔτη δέκα, τὸν εἰρημένον τρόπον κατελύθη.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION