호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀθηναῖοι δὲ στρατηγοὺς καταστήσαντες Ξενοφῶντα καὶ Φανόμαχον ἀπέστειλαν ἐπὶ Θρᾴκην μετὰ στρατιωτῶν χιλίων.? οὗτοι δὲ παραγενηθέντες εἰς Σπάρτωλον τῆς Βοττικῆς ἔτεμον τὴν χώραν, καὶ τὸν σῖτον ἐν χλόῃ διέφθειραν. προσβοηθησάντων δὲ τοῖς Βοττιαίοις Ὀλυνθίων, ἡττήθησαν ὑπὸ τούτων μάχῃ: ἀνῃρέθησαν δὲ τῶν Ἀθηναίων οἵ τε στρατηγοὶ καὶ τῶν στρατιωτῶν οἱ πλείους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기