호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο.? ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기