호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε.? τῶν δ ἡγουμένων πόλεων τοῦτον τὸν τρόπον εἰς πόλεμον ἐμπεσουσῶν, Λακεδαιμόνιοι μὲν μετὰ τῶν Πελοποννησίων συνεδρεύσαντες ἐψηφίσαντο πολεμεῖν τοῖς Ἀθηναίοις, καὶ πρὸς τὸν Περσῶν βασιλέα πρεσβεύσαντες παρεκάλουν συμμαχεῖν αὐτοῖς, καὶ τοὺς κατὰ τὴν Σικελίαν καὶ Ἰταλίαν συμμάχους διαπρεσβευσάμενοι διακοσίαις τριήρεσιν ἔπεισαν βοηθεῖν, αὐτοὶ δὲ μετὰ τῶν Πελοποννησίων τὰς πεζὰς δυνάμεις διατάξαντες καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον ἡτοιμασμένοι πρῶτοι τοῦ πολέμου κατήρξαντο. κατὰ γὰρ τὴν Βοιωτίαν ἡ τῶν Πλαταιέων πόλις αὐτόνομος ἦν καὶ συμμαχίαν εἶχε πρὸς Ἀθηναίους.
ἐν ταύτῃ τῶν πολιτῶν τινες καταλῦσαι τὴν αὐτονομίαν βουλόμενοι διελέχθησαν τοῖς Βοιωτοῖς, ἐπαγγελλόμενοι τὴν πόλιν ὑπὸ τὴν τῶν Θηβαίων τάξειν συντέλειαν καὶ παραδώσειν αὐτοῖς τὰς Πλαταιάς, ἐὰν αὐτοὶ στρατιώτας πέμψωσι τοὺς βοηθοῦντας.
διὸ καὶ τῶν Βοιωτῶν ἀποστειλάντων στρατιώτας ἐπιλέκτους τριακοσίους νυκτός, οἱ προδόται τούτους παρεισαγαγόντες ἐντὸς τῶν τειχῶν κυρίους τῆς πόλεως ἐποίησαν.
οἱ δὲ Πλαταιεῖς βουλόμενοι τὴν πρὸς Ἀθηναίους συμμαχίαν διαφυλάττειν, τὸ μὲν πρῶτον ὑπολαβόντες πανδημεὶ τοὺς Θηβαίους παρεῖναι, διεπρεσβεύσαντο πρὸς τοὺς κατειληφότας τὴν πόλιν καὶ παρεκάλουν συνθέσθαι σπονδάς:
ὡς δ ἡ νὺξ παρῆλθε, κατανοήσαντες ὀλίγους ὄντας, συνεστράφησαν καὶ περὶ τῆς ἐλευθερίας ἐκθύμως ἠγωνίζοντο. γενομένης δὲ τῆς μάχης ἐν ταῖς ὁδοῖς, τὸ μὲν πρῶτον οἱ Θηβαῖοι διὰ τὰς ἀρετὰς προεῖχον καὶ πολλοὺς τῶν ἀνθισταμένων ἀνῄρουν:
τῶν δ οἰκετῶν καὶ τῶν παίδων ἀπὸ τῶν οἰκιῶν βαλλόντων τὰς κεραμῖδας καὶ κατατιτρωσκόντων τοὺς Θηβαίους ἐτράπησαν: καὶ τινὲς μὲν αὐτῶν ἐκπεσόντες ἐκ τῆς πόλεως διεσώθησαν, τινὲς δὲ εἰς οἰκίαν τινὰ καταφυγόντες ἠναγκάσθησαν παραδοῦναι σφᾶς αὐτούς. οἱ δὲ Θηβαῖοι παρὰ τῶν ἐκ τῆς μάχης διασωθέντων πυθόμενοι τὰ συμβεβηκότα, παραχρῆμα πανδημεὶ κατὰ σπουδὴν ὡρ´μησαν.
διὰ δὲ τὸ παράδοξον ἀνετοίμων ὄντων τῶν κατὰ τὴν χώραν, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δὲ ζῶντες συνελήφθησαν, ἅπασα δ ἡ χώρα ταραχῆς καὶ διαρπαγῆς ἔγεμεν. οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους.
διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν. οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας:
οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας. οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων.
συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων:
οὗτοι δ ἡσυχίαν εἶχον: τῶν δ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δ ἄλλων Ἀμφισσεῖς. τοῖς δ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ιὤνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν:
πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι. τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι, αἱ δ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον. σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι. Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ.
οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε. τῶν δ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς. πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον.
οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους: διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς Πελοποννησίοις παρείχοντο. τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기