호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνησ ὁ τῆσ ἀρχαίασ κωμῳδίασ ποιητήσ, γεγονὼσ κατὰ τὴν τοῦ Περικλέουσ ἡλικίαν, ἐν τοῖσδε τοῖσ τετραμέτροισ, ὦ λιπερνῆτεσ γεωργοί, τἀμά τισ ξυνιέτω ῥήματ’, εἰ βούλεσθ’ ἀκοῦσαι τήνδ’ ὅπωσ ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆσ ἦρχε Φειδίασ πράξασ κακῶσ, εἶτα Περικλέησ φοβηθεὶσ μὴ μετάσχῃ τῆσ τύχησ, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματοσ ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντασ Ἕλληνασ δακρῦσαι, τούσ τ’ ἐκεῖ τούσ τ’ ἐνθάδε· καὶ πάλιν ἐν ἄλλοισ Περικλέησ οὑλύμπιοσ ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기