호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις, ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματ, εἰ βούλεσθ ἀκοῦσαι τήνδ ὅπως ἀπώλετο.? πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ ἐκεῖ τούς τ ἐνθάδε: καὶ πάλιν ἐν ἄλλοις Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기