호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ’ ἄρχοντοσ δ’ Ἀθήνησι Τιμοκλέουσ Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτουσ Λαρῖνον Ἑρμίνιον καὶ Τίτον Στερτίνιον Στρούκτορα. ἐπὶ δὲ τούτων Σάμιοι μὲν πρὸσ Μιλησίουσ περὶ Πριήνησ ἀμφισβητήσαντεσ εἰσ πόλεμον κατέστησαν, ὁρῶντεσ δὲ τοὺσ Ἀθηναίουσ ταῖσ εὐνοίαισ διαφέροντασ πρὸσ Μιλησίουσ, ἀπέστησαν ἀπ’ αὐτῶν. οἱ δὲ Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺσ Σαμίουσ ἔχοντα τριήρεισ τετταράκοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기