호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων δὲ πραττομένων τὰ πλεῖστα τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν ἐν ἡσυχίᾳ ὑπῆρχε, πάντων σχεδὸν εἰρήνην ἀγόντων. οἱ μὲν γὰρ Πέρσαι διττὰσ συνθήκασ εἶχον πρὸσ τοὺσ Ἕλληνασ, τὰσ μὲν πρὸσ Ἀθηναίουσ καὶ τοὺσ συμμάχουσ αὐτῶν, ἐν αἷσ ἦσαν αἱ κατὰ τὴν Ἀσίαν Ἑλληνίδεσ πόλεισ αὐτόνομοι, πρὸσ δὲ τοὺσ Λακεδαιμονίουσ ὕστερον ἐγράφησαν, ἐν αἷσ τοὐναντίον ἦν γεγραμμένον ὑπηκόουσ εἶναι τοῖσ Πέρσαισ τὰσ κατὰ τὴν Ἀσίαν Ἑλληνίδασ πόλεισ. ὁμοίωσ δὲ καὶ τοῖσ Ἕλλησι πρὸσ ἀλλήλουσ ὑπῆρχεν εἰρήνη, συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰσ τριακονταετεῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기