호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίσ γὰρ ἂν ἄξιον ἐγκώμιον διάθοιτο τῆσ τῶν γραμμάτων μαθήσεωσ; διὰ γὰρ τούτων μόνων οἱ μὲν τετελευτηκότεσ τοῖσ ζῶσι διαμνημονεύονται, οἱ δὲ μακρὰν τοῖσ τόποισ διεστῶτεσ τοῖσ πλεῖστον ἀπέχουσιν ὡσ πλησίον παρεστῶσι διὰ τῶν γεγραμμένων ὁμιλοῦσι· ταῖσ τε κατὰ πόλεμον συνθήκαισ ἐν ἔθνεσιν ἢ βασιλεῦσι πρὸσ διαμονὴν τῶν ὁμολογιῶν ἡ διὰ τῶν γραμμάτων ἀσφάλεια βεβαιοτάτην ἔχει πίστιν· καθόλου δὲ τὰσ χαριεστάτασ τῶν φρονίμων ἀνδρῶν ἀποφάσεισ καὶ θεῶν χρησμούσ, ἔτι δὲ φιλοσοφίαν καὶ πᾶσαν παιδείαν μόνη τηρεῖ καὶ τοῖσ ἐπιγινομένοισ ἀεὶ παραδίδωσιν εἰσ ἅπαντα τὸν αἰῶνα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기