호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν οὐδ ὧν ὁ Πλάτων εἴρηκε περὶ Σωκράτους τῶν κωμικῶν τις εἴρηκεν, οὔθ ὅτι μαίας βλοσυρᾶς υἱὸς ἦν οὔθ ὅτι Ξανθίππη χαλεπὴ ἦν γυνή, ἥτις καὶ νιπτῆρας αὐτοῦ κατέχει τῆς κεφαλῆς, οὔθ ὡς Ἀλκιβιάδῃ συνεκοιμήθη ὑπὸ τὴν αὐτὴν γενόμενος χλαῖναν.? καίτοι ἀναγκαῖον ἦν τοῦτο ἐκκωδωνισθῆναι ὑπὸ Ἀριστοφάνους τοῦ καὶ ἐν τῷ συμποσίῳ συμπαρόντος κατὰ Πλάτωνα: οὐ γὰρ ἂν ἐσίγησε τοῦτ Ἀριστοφάνης. . ,3 ὡς τοὺς νέους διαφθείροντος. Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως: Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου.
ἀλλ ὑπάκουσον, εἰ βούλει σοι ἔχειν εὖ παιδικά: μηδ ἀπιθήσῃς ἀγγέλῳ, ἀλλὰ πιθοῦ καί σοι πολὺ βέλτιον ἔσται. κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ. στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο, ᾗ τόνδ αἱρήσεις, ὠσὶν δ ἐνίει ποθέουσιν. ἀμφοῖν γὰρ φιλίας ἥδ ἀρχή τῇδε καθέξεις αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν.
ἰδοῦσα γὰρ αὐτὸν ἐν οἱῴ ἦν καταστήματι Ἀσπασία φησίν τίπτε δεδάκρυσαι, φίλε Σώκρατες· ἦ σ1 ἀνακινεῖ στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς παιδὸς ἀνικήτου, τὸν ἐγὼ τιθασόν σοι ὑπέστην ποιῆσαι· ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. "πόθεν, ὦ Σώκρατες, φαίνει·
"ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὡρ´αν· "καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνήρ ἔτι ἀνήρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος . εἶτα τί δὴ τοῦτ· "οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기