호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τὸ εἰκὸς οἱ μὲν δακρύουσιν, ἡ δ Ἑλένη Διὸς οὖσα :? θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει πανακὲς τῷ ὄντι φάρμακον καὶ ἄρχεται διηγεῖσθαι τὰ περὶ τοῦ Ὀδυσσέως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ δι ἀρέσκειαν τοῦτο πράττουσα, ἀλλ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἱρ´εσιν. ἡ γοῦν Ἀφροδίτη ἐρχομένη πρὸς αὐτὴν μετὰ τὸ μονομάχιον εἰκάζεται: γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν εἰροκόμῳ, ἣ οἱ Λακεδαίμονι ναιεταούσῃ ἤσκειν εἴρια καλά. ἐμφανίζεται δ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων τῇ δ ἄρ ἅμ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ. τόν ῥὰ οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον αὐτὰρ ἐν αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἐοίκε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί: δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, μνῆμ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὡρ´ην, σῇ δ ἀλόχῳ φορέειν.
αὕτη δ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει: οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται, εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα: τὴν δ εὑρ῀ ἐν μεγάρῳ: δίπλακα μαρμαρέην πολέας δ ἐνέπασσεν ἀέθλους Τρώων θ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὓς ἕθεν εἵνεκ ἔπασχον ὑπ Ἄρηος παλαμάων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기