호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ γὰρ διαπνεόμενος τόπος αὐλὴ λέγεται, καὶ διαυλωνίζειν φαμὲν τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα χωρίον, ἔτι δὲ αὐλὸς μὲν τὸ ὄργανον, ὅτι διέρχεται τὸ πνεῦμα, καὶ πᾶν τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα αὐλὸν καλοῦμεν ὥσπερ τὸ στάδιον καὶ τὸν κρουνὸν τοῦ αἵματος:? αὐτίκα δ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε, καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου πρὸς ὀρθὸν ἀνατείνῃ αὐλῶπιν. λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῇ ἐνάτῃ. καλοῦσι δ ἀρσενικῶς τοὺς αὐλῶνας, ὥσπερ Θουκυδίδης ἐν τῇ δ καὶ πάντες οἱ καταλογάδην συγγραφεῖς, οἱ δὲ ποιηταὶ θηλυκῶς. Καρκίνος μὲν Ἀχιλλεῖ: βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ.
καὶ Σοφοκλῆς Σκύθαις: κρημνούς τε καὶ σήραγγας ἠδ ἐπακτίας αὐλῶνας. "θῆλυς ἐέρση. πᾶν οὖν τὸ τοιοῦτον αὐλή τε καὶ αὐλὼν λέγεται, νῦν δὲ τὰ βασίλεια λέγουσιν αὐλάς, ὥσπερ Μένανδρος: αὐλὰς θεραπεύειν καὶ σατράπας, καὶ Δίφιλος:
αὐλὰς θεραπεύειν δ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου, ἤτοι διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους ἢ τῷ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. Ὅμηρος δὲ τὴν αὐλὴν ἀεὶ τάττει ἐπὶ τῶν ὑπαίθρων τόπων, ἔνθα ἦν ὁ τοῦ ἑρκείου Ζηνὸς βωμός, ὁ μέντοι γε Πηλεὺς καταλαμβάνεται αὐλῆς ἐν χόρτῳ ἔχε δὲ χρύσειον ἄλεισον, σπένδων αἴθοπα οἶνον ἐπ αἰθομένοισ1 ἱεροῖσι. ὁ δὲ Πρίαμος αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
καὶ ὁ Ὀδυσσεὺς προστάττει τοῖς περὶ τὸν Φήμιον ἀλλ ἐξελθόντες μεγάρων εὖ ναιεταόντων ἐκ φόνου εἰς αὐλήν. ὅτι δὲ ὁμοῦ τόν τε οἶκον καὶ τὰ κτήματα ἐπῄνεσεν ὁ Τηλέμαχος ἐμφανίζει ὁ Μενέλαος: τέκνα φίλ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ ἐάσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기