호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν καὶ τὸ Ξενοφῶντος Συμπόσιον καίπερ ἐπαινούμενον οὐκ ἐλάττους ἔχει τούτων ἐπιλήψεις.? Καλλίας μὲν γὰρ συνάγει τὸ συμπόσιον, ἐπειδήπερ τὰ παιδικὰ αὐτοῦ Αὐτόλυκος Παναθήναια παγκράτιον ἐστεφανώθη. καὶ εὐθὺς οἱ κατακλιθέντες τῷ παιδὶ προσέχουσι τὸν νοῦν καὶ ταῦτα τοῦ πατρὸς παρακαθημένου. "ὥσπερ γὰρ ὅταν φέγγος ἐν νυκτὶ παρῇ πάντων προσάγεται τὰ ὄμματα, οὕτω καὶ τὸ Αὐτολύκου κάλλος πάντων ἐφέλκεται τὰς ὄψεις ἐφ ἑαυτό, ἔπειτα τῶν παρόντων οὐδεὶς ἦν ὃς οὐκ ἔπασχέ τι τὴν ψυχὴν ὑπ ἐκείνου: "οἱ μέν γε σιωπηλότεροι ἐγίγνοντο, οἱ δὲ καὶ ἐσχηματίζοντό πως. ἀλλ οὐχ Ὅμηρος τοιοῦτόν τι εἰπεῖν ἐπεχείρησε καίπερ τῆς Ἑλένης παρούσης, περὶ ἧς τοῦ κάλλους τις τῶν ἐναντίων αὐτῇ τοιαῦτ εἶπεν ὑπὸ τῆς ἀληθείας ἐκνικώμενος : οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς τοιῇδ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν αἰνῶς ἀθανάτῃσι θεῇσ1 εἰς ὦπα ἐοίκεν.
εἶτά φησιν ι ἀλλὰ καὶ ὣς τοίηπερ ἐοῦσ1 ἐν νηυσὶ νεέσθω. τὰ δὲ μειράκια τὰ ὡς τὸν Μενέλαον παραγενόμενα, ὁ Νέστορος υἱὸς καὶ ὁ Τηλέμαχος, ἐν οἴνῳ ὄντες καὶ ἐν γαμικῷ συμποσίῳ διατρίβοντες καὶ τῆς Ἑλένης παρακαθημένης, ὡς πρέπον ἐστίν, ἡσυχίαν ἄγοντες πρὸς τὸ περιβόητον ἐκκεκωφωμένοι κάλλος, ὁ δὲ Σωκράτης τίνος χάριν τῶν αὐλητρίδων ἀνεχόμενος καὶ τοῦ ὀρχουμένου παιδὸς καὶ κιθαρίζοντος, ἔτι δὲ καὶ τῆς κυβιστώσης γυναικὸς ἀπρεπῶς τὸ μύρον ἀπείπατο· οὐδεὶς γὰρ ἂν αὐτοῦ ἀγελαστὶ ἠνέσχετο κατὰ νοῦν ἔχων ταῦτα τὰ ἔπη:
τοὺς ὠχριῶντας,2 τοὺς ἀνυποδήτους λέγεις, ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν. καὶ μὴν ἀσύμφωνα καὶ τὰ μετὰ ταῦτα τῇ αὐστηρότητι. ὁ γὰρ δὴ Κριτόβουλος, μειράκιον ἀστεῖον, γέροντα καὶ διδάσκαλον αὑτοῦ τὸν Σωκράτη σκώπτει πολὺ τῶν Σιληνῶν αἰσχίονα λέγων εἶναι.
ὁ δὲ αὐτῷ διαμορφοσκοπεῖται καὶ κριτὰς ἑλόμενος τόν τε παῖδα καὶ τὴν ὀρχηστρίδα προτίθησι νικητήρια φιλήματα τῶν κριτῶν, τίς οὖν τῶν νέων ἐντυχὼν τούτοις οὐκ ἐπιτριβήσεται μᾶλλον ἤπερ εἰς ἀρετὴν ἂν προαχθείη·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기