호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῷ Ἐπικουρείῳ συμποσίῳ κολάκων ἐστὶν ἄγυρις ἀλλήλους ἐπαινούντων, τὸ δὲ Πλάτωνος πλῆρές ἐστιν μυκτηριστῶν ἀλλήλους τωθαζόντων τὸν γὰρ περὶ Ἀλκιβιάδου λόγον σιωπῶ, παρὰ δ Ὁμήρῳ συγκεκρότηται τὰ σώφρονα συμπόσια, καὶ ποτε μὲν ἐπῄνεσέ τις φήσας πρὸς τὸν Μενέλαον ὡς οὐ τολμᾷ λέγειν ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ αὐδῇ.? ὁ δ ἐπελάβετό τινος τῶν οὐκ ὀρθῶς λεγομένων ἢ γιγνομένων καὶ νῦν, εἲ τί που ἔστι, πίθοιό μοι: οὐ γὰρ ἔγωγε τέρπομ ὀδυρόμενος μεταδόρπιος. ὁ δὲ πάλιν Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἑρ´κος ὀδόντων. οὔτε γὰρ κόλακα πρέπον ἐστὶν εἶναι οὔτε μυκτηριστήν.
πάλιν Ἐπίκουρος ἐν τῷ Συμποσίῳ ζητεῖ περὶ δυσπεψίας ὥστ οἰωνίσασθαι, εἶθ ἑξῆς περὶ πυρετῶν, τὴν μὲν γὰρ ἐπιτρέχουσαν τῇ λέξει ἀρρυθμίαν τί δεῖ καὶ λέγειν· Πλάτων δὲ τὸν μὲν ὑπὸ τῆς λυγγὸς ὀχλούμενον καὶ θεραπευόμενον ἀνακογχυλιασμοῖς ὕδατος, ἔτι δὲ ταῖς ὑποθήκαις τοῦ κάρφους ἵνα τὴν ῥῖνα κνήσας πτάρῃ, παρίημι: κωμῳδεῖν γὰρ ἤθελε καὶ διασύρειν χλευάζει τε τὰ ἰσόκωλα τὰ Ἀγάθωνος καὶ τὰ ἀντίθετα, καὶ τὸν Ἀλκιβιάδην δὲ παράγει λέγοντα ὅτι πασχητιᾷ. ἀλλ ὅμως τοιαῦτα γράφοντες τὸν Ὅμηρον ἐκβάλλουσι τῶν πόλεων ἀλλ οὔτε ἐκ θύμβρας, ἔφη Δημοχάρης, λόγχη οὔτ ἐκ τοιούτων λόγων ἀνὴρ ἀγαθὸς γίνεται. οὐ μόνον δ Ἀλκιβιάδην διασύρει, ἀλλὰ καὶ Χαρμίδην καὶ Εὐθύδημον καὶ ἄλλους πολλοὺς τῶν νέων.
ὁ δὲ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων. διότι τοίνυν κατέψευσται τῶν νεανίσκων πάρεστι σκοπεῖν ἐξ αὐτοῦ τοῦ Πλάτωνος, τὸν μὲν γὰρ Ἀλκιβιάδην φησὶν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ παρακμάσαντα τότε πρῶτον ἄρξασθαι Σωκράτει λαλεῖν ὅτε πάντες αὐτὸν κατέλιπον οἱ τοῦ σώματος ἐπιθυμηταί.
λέγει γὰρ ταῦτα κατ ἀρχὰς τοῦ διαλόγου, τὰ δ ἐν τῷ Χαρμίδῃ ἐναντιώματα ἐξ αὐτοῦ τοῦ διαλόγου ὁ βουλόμενος εἴσεται. ποτὲ μὲν σκοτοδινιῶντα καὶ μεθυσκόμενον τῷ τοῦ παιδὸς ἔρωτι καὶ γινόμενον ἔξεδρον καὶ καθάπερ νεβρὸν ὑποπεπτωκότα λέοντος ἀλκῇ, ἅμα δὲ καταφρονεῖν φησι τῆς ὡρ´ας αὐτοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기