호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων δὲ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως :? "ἵνα καὶ τὴν παροιμίαν φησί διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἰάσιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτὴν ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν. Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν ἔστα δ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον, ὧδὲ τ ἔφα: αὐτόματοι δ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοι φῶτες. αἱ δὲ παροιμίαι ἡ μέν φησιν αὐτόματοι δ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἰάσιν, ἡ δέ: αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἰάσιν. οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν ἐν δ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς. εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν: αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν :
Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος οἰνοβαρές, κυνὸς ὄμματ ἔχων, κραδίην δ ἐλάφοιο. οὐ γὰρ εἴ τι λέγεται παρ Ὁμήρῳ, τοῦθ Ὅμηρος λέγει, πῶς γὰρ ἂν εἰή μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί·
τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται, τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἰώθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기