- οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα· (Lucian, Cataplus, (no name) 13:17)
(루키아노스, Cataplus, (no name) 13:17)
- καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυγός τε τοῖς ἐχθροῖς ἅπασιν, ὥς δὲ καὶ Φορμίων. (Aristophanes, Lysistrata, Lyric-Scene, strophe 18)
(아리스토파네스, Lysistrata, Lyric-Scene, strophe 18)
- ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. (Aristides, Aelius, Ars Rhetorica, , chapter 13 4:7)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , chapter 13 4:7)
- πάλιν οὖν προῆλθεν ὑπὲρ τῶν ἀνδρῶν φοβηθείς, καὶ τούς στρατιώτας, οὐκέτι δεητικὸς οὐδὲ πρᾷος, ἀλλὰ τραχὺς ὀφθείς, καὶ μετ ὀργῆς εἰς τὸ θορυβοῦν μάλιστα διαβλέψας, ἀπελθεῖν ἐποίησεν εἴξαντας καὶ διατρέσαντας. (Plutarch, Otho, chapter 16 3:2)
(플루타르코스, Otho, chapter 16 3:2)
- νυκτὸς οὖν ἐσθῆτι θεράποντος ἐπικρυψάμενος ἐνέβη, καὶ καταβαλὼν ἑαυτὸν ὥς τινα τῶν παρημελημένων ἡσύχαζε, τοῦ δὲ Αᾤου ποταμοῦ τὴν ναῦν ὑποφέροντος εἰς τὴν θάλασσαν, τὴν μὲν ἑωθινὴν αὔραν, ἣ παρεῖχε τηνικαῦτα περὶ τὰς ἐκβολὰς γαλήνην ἀπωθοῦσα πόρρω τὸ κῦμα, πολὺς πνεύσας πελάγιος διὰ νυκτὸς ἀπέσβεσε πρὸς δὲ τὴν πλημμύραν τῆς θαλάττης καὶ τὴν ἀντίβασιν τοῦ κλύδωνος ἀγριαίνων ὁ ποταμός, καὶ τραχὺς ἅμα καὶ κτύπῳ μεγάλῳ καὶ σκληραῖς ἀνακοπτόμενος δίναις, ἄπορος ἦν βιασθῆναι τῷ κυβερνήτῃ καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸν πλοῦν. (Plutarch, Caesar, chapter 38 2:1)
(플루타르코스, Caesar, chapter 38 2:1)