- λευκὴ μέν, οἱάν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἀώρον ἔτι ἁρπάσαντος. (Lucian, Dearum judicium, (no name) 14:3)
(루키아노스, Dearum judicium, (no name) 14:3)
- κεκολάφθαι γὰρ ἐπ᾿ αὐτῇ ἄνθρωπον μὲν τινα οἱο῀ν τὸν Τάνταλον γράφουσιν ἐν λίμνῃ ἑστῶτα καὶ ἀρυομενον τοῦ ὕδατος, ὡς πίοι δή, τὸ θηρίον δὲ τὴν διψάδα ἐμπεφυκὸς αὐτῷ περιεσπειρᾶσθαι τῷ ποδί, καί τινας γυναῖκας ὑδροφορούσας ἅμα πολλὰς καταχεῖν τὸ ὕδωρ αὐτοῦ πλησίον δὲ ᾠὰ κεῖσθαι οἱᾶ τῶν στρουθῶν ἐκείνων, οὓς ἔφην θηρᾶν τοὺς Γαράμαντας: (Lucian, Dipsades 10:1)
(루키아노스, Dipsades 10:1)
- ἔτι καὶ ἄλλα ἔπη τέτταρά ἐστι περὶ τῶν ᾠῶν, καὶ ὡς ἀναιρούμενος αὐτὰ ἐδήχθη: (Lucian, Dipsades 10:4)
(루키아노스, Dipsades 10:4)
- συλλέγουσι δὲ ἄρα τὰ ᾠὰ καὶ ἐσπουδάκασι περὶ αὐτὰ οἱ περίοικοι, οὐχ ὡς φαγεῖν μόνον, ἀλλὰ καὶ σκεύεσι χρῶνται κενώσαντες καὶ ἐκπώματα ποιοῦνται ἀπ᾿ αὐτῶν: (Lucian, Dipsades 11:1)
(루키아노스, Dipsades 11:1)
- εἰ δὲ καὶ μεγάλα εὑρεθείη, καὶ πῖλοι γίγνονται δύο ἐκ τοῦ ᾠοῦ ἑκάστου: (Lucian, Dipsades 12:2)
(루키아노스, Dipsades 12:2)
- νύκτωρ γὰρ ἐλθὼν ἐπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένους - συνειστήκει δὲ ἐν αὐτοῖς ὕδωρ ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ οὐρανοῦ πεσὸν - ἐνταῦθα κατατίθεται χήνειον ᾠὸν προκεκενωμένον, ἔνδον φυλάττον ἑρπετόν τι ἀρτιγέννητον, καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο. (Lucian, Alexander, (no name) 13:2)
(루키아노스, Alexander, (no name) 13:2)
- εἶτα φιάλην αἰτήσας, ἀναδόντος τινός, ῥᾳδίως ὑποβαλὼν ἀνιμᾶται μετὰ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ τὸ ᾠὸν ἐκεῖνο ἐν ᾧ ὁ θεὸς αὐτῷ κατεκέκλειστο, κηρῷ λευκῷ καὶ ψιμυθίῳ τὴν ἁρμογὴν τοῦ πώματος συγκεκολλημένον καὶ λαβὼν αὐτὸ εἰς τὰς χεῖρας ἔχειν ἔφασκεν ἤδη τὸν Ἀσκληπιόν. (Lucian, Alexander, (no name) 14:2)
(루키아노스, Alexander, (no name) 14:2)
- οἱ δὲ ἀτενὲς ἀπέβλεπον ὅ τι καὶ γίγνοιτο, πολὺ πρότερον θαυμάσαντες τὸ ᾠὸν ἐν τῷ ὕδατι εὑρημένον. (Lucian, Alexander, (no name) 14:3)
(루키아노스, Alexander, (no name) 14:3)
- εἰ δὲ μέγα τὸ καῦμα ἐπιφλέγοι, ᾠὸν ἐμβαλόντα ἐς τὴν χεῖρα καὶ ἀνατείναντα τῆς κυνὸς τὸ στόμα καθεῖναι, ὡς ἀθρόον καταπιεῖν. (Arrian, Cynegeticus, chapter 13 3:1)
(아리아노스, Cynegeticus, chapter 13 3:1)
- ^ Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλ οὔτε ᾠὸν ἔχεις μόνος - οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι: (Lucian, De mercede, (no name) 26:2)
(루키아노스, De mercede, (no name) 26:2)