τροφεύς?
Third declension Noun; Masculine
자동번역
Transliteration: tropheus
Principal Part:
τροφεύς
τροφέως
Structure:
τροφευ
(Stem)
+
ς
(Ending)
Sense
- one who rears or brings up, a foster-father, a nurse, ye who reared, one who fosters
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- πεπαιδευμέναι δέ, ὅσαι φθεγξαμένου τοῦ κυναγωγοῦ ὑποκατακλίνονται, μὴ ὑπὸ δέους, ἀλλὰ φιλοφρονούμεναι τὸν τροφέα καὶ τιμῶσαι, καθάπερ οἱ προσκυνοῦντες μέγαν βασιλέα. (Arrian, Cynegeticus, chapter 7 6:1)
- οὓς δ ἐν δόμοισιν ἔλιφ ὅτ ἐς Τροίαν ἔπλει, ἄρσενά τ Ὀρέστην θῆλύ τ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς μέλλοντ Ὀρέστην χερὸς ὑπ Αἰγίσθου θανεῖν Στροφίῳ τ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν: (Euripides, episode 1:6)
- εἶτα μικροῦ διαλείμματος ὄντος ἤδη τὰ τέκνα τοῦ βασιλέως ἤγετο δοῦλα, καὶ σὺν αὐτοῖς τροφέων καὶ διδασκάλων καὶ παιδαγωγῶν δεδακρυμένων ὄχλος, αὐτῶν τε τὰς χεῖρας ὀρεγόντων εἰς τοὺς θεατάς καὶ τὰ παιδία δεῖσθαι καὶ λιτανεύειν διδασκόντων. (Plutarch, Aemilius Paulus, chapter 33 3:2)
- ἔμελλον δέ που καὶ μηδενὸς ἐξελαύνοντος αἱ πολλαὶ τῷ κοινῷ νομίσματι συνεκπεσεῖσθαι, διάθεσιν τῶν ἔργων οὐκ ἐχόντων, τὸ γάρ σιδηροῦν ἀγώγιμον οὐκ ἦν πρὸς τοὺς ἄλλους Ἕλληνας οὐδ εἶχε τιμὴν καταγελώμενον, ὥστε οὐδὲ πρίασθαί τι τῶν ξενικῶν καὶ ῥωπικῶν ὑπῆρχεν, οὐδ εἰσέπλει φόρτος ἐμπορικὸς εἰς τοὺς λιμένας, οὐδὲ ἐπέβαινε τῆς Λακωνικῆς οὐ σοφιστὴς λόγων, οὐ μάντις ἀγυρτικός, οὐχ ἑταιρῶν τροφεύς, οὐ χρυσῶν τίς, οὐκ ἀργυρῶν καλλωπισμάτων δημιουργός, ἅτε δὴ νομίσματος οὐκ ὄντος. (Plutarch, Lycurgus, chapter 9 3:2)
- ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα δῖός τ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, λέγοντες, εἴτ ἀληθὲς εἴτ ἄρ οὖν μάτην, ὡς οὐ θέμις γίγνοιτ, ἐπεὶ κατέφθιτο πατὴρ ἐμός, τὰ πέργαμ ἄλλον ἤ μ ἑλεῖν. (Sophocles, Philoctetes, episode 4:1)
- τούτων πρόμαντις οὖσα, πολλὰ δ, οἰόμαι, ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια, γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. (Aeschylus, Libation Bearers, episode, anapests 1:16)
- πᾶσαν ἀγέλην ποιμὴν καὶ βουκόλος τροφεύς τε ἵππων καὶ ὅσα ἄλλα τοιαῦτα παραλαβών, οὐκ ἄλλως μή ποτε ἐπιχειρήσει θεραπεύειν ἢ πρῶτον μὲν τὸν ἑκάστῃ προσήκοντα καθαρμὸν καθαρεῖ τῇ συνοικήσει, διαλέξας δὲ τά τε ὑγιῆ καὶ τὰ μὴ καὶ τὰ γενναῖα καὶ ἀγεννῆ, τὰ μὲν ἀποπέμψει πρὸς ἄλλας τινὰς ἀγέλας, τὰ δὲ θεραπεύσει, διανοούμενος ὡς μάταιος ἂν ὁ πόνος εἰή καὶ ἀνήνυτος περί τε σῶμα καὶ ψυχάς, ἃς φύσις καὶ πονηρὰ τροφὴ διεφθαρκυῖα προσαπόλλυσιν τὸ τῶν ὑγιῶν καὶ ἀκηράτων ἠθῶν τε καὶ σωμάτων γένος ἐν ἑκάστοις τῶν κτημάτων, ἄν τις τὰ ὑπάρχοντα μὴ διακαθαίρηται. (Plato, Laws, book 5 61:1)
Related
명사
형용사
동사
- θέλγω (to stroke or touch with magic power)
부사