- καὶ οὐκ ἂν θαυμάσαιμι τηλικαύτης μεταβολῆς ἐν τούτῳ τῷ βραχεῖ χρόνῳ γεγενημένης, εἰ μηκέτι χωρήσει προσωτέρω μιᾶς γενεᾶς ὁ ζῆλος ἐκεῖνος τῶν ἀνοήτων λόγων: (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 3 1:2)
(디오니시오스, De antiquis oratoribus, chapter 3 1:2)
- τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς: (Plutarch, De amore prolis, section 3 2:1)
(플루타르코스, De amore prolis, section 3 2:1)
- καὶ κρατῶν οὐκ ἔμενεν, ἀλλ ἐχώρει προσωτέρω, μέχρι οὗ τοῖς Βοιωτοῖς ἐνέτυχε. (Plutarch, , chapter 21 5:3)
(플루타르코스, , chapter 21 5:3)
- Οὐεντίδιος δὲ Πάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω, φθόνον Ἀντωνίου δείσας, τοὺς δὲ ἀφεστῶτας ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομμαγηνὸν Ἀντίοχον ἐν πόλει Σαμοσάτοις ἐπολιόρκει. (Plutarch, Antony, chapter 34 2:2)
(플루타르코스, Antony, chapter 34 2:2)
- ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν · εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 19)
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, 19)