- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

πορευτός?

First/Second declension Adjective; 자동번역 Transliteration: poreutos

Principal Part: πορευτός πορευτή πορευτόν

Structure: πορευτ (Stem) + ος (Ending)

Sense

  1. gone over, passed, passable, for travelling
  2. going, travelling

Examples

  • β πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης, ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάντους διαπαντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. ῟ (Septuagint, Liber Esther 3:15)
  • ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς Ἀντιόχειαν ἐχωρίσθη, οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. (Septuagint, Liber Maccabees II 5:21)
  • μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς: (Aeschylus, Agamemnon, episode 1:4)
  • μεμιγμένης γὰρ τῆς ἅμμου τοῖς ὑγροῖς, καὶ διὰ τοῦτο τῆς ἑκατέρων φύσεως ἠλλοιωμένης, συμβαίνει τὸν τόπον μήτε πορευτὸν εἶναι μήτε πλωτόν. (Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 30 8:2)
  • φησὶ δ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο· (Strabo, Geography, book 2, chapter 4 4:1)
  • Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ὁ ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς ὁ θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ τὸ πλῆθος. (Flavius Josephus, Antiquitates Judaicae, Book 5 20:1)
  • ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ὁ ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδ ὀξὺν τὸν ῥοῦν ὥσθ ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντ ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἱο῀ν αὐτὸν ὁ θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες. (Flavius Josephus, Antiquitates Judaicae, Book 5 22:1)
  • ἧς μὲν γὰρ ὁ μεταξὺ τόπος ἐστὶ πορευτός, ἧς δὲ πλωτός. (Polybius, Histories, book 1, chapter 42 2:1)

Synonyms

  1. going

Related

명사

형용사

동사

부사

Derived

Similar forms

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION