- τὸ μὲν οὖν φιλοκίνδυνον οὐκ ἐθαύμαζον αὐτοῦ διά τὴν φιλοτιμίαν ἡ δὲ τῶν πόνων ὑπομονὴ παρὰ τὴν τοῦ σώματος δύναμιν ἐγκαρτερεῖν δοκοῦντος ἐξέπληττεν, ὅτι καὶ τὴν ἕξιν ὢν ἰσχνός καὶ τὴν σάρκα λευκὸς καὶ ἁπαλός καὶ τὴν κεφαλὴν νοσώδης καὶ τοῖς ἐπὶ τοῖς ἐπιληπτικοῖς ἔνοχος, ἐν Κορδύβῃ πρῶτον αὐτῷ τοῦ πάθους, ὡς λέγεται, τούτου προσπεσόντος, οὐ μαλακίας ἐποιήσατο τὴν ἀρρωστίαν πρόφασιν, ἀλλὰ θεραπείαν τῆς ἀρρωστίας τὴν στρατείαν, ταῖς ἀτρύτοις ὁδοιπορίαις καὶ ταῖς εὐτελέσι διαίταις καὶ τῷ θυραυλεῖν ἐνδελεχῶς καὶ ταλαιπωρεῖν ἀπομαχόμενος τῷ πάθει καὶ τὸ σῶμα τηρῶν δυσάλωτον. (Plutarch, Caesar, chapter 17 2:1)
(플루타르코스, Caesar, chapter 17 2:1)
- ταῖς γὰρ τῶν ὑλῶν διὰ στενοῦ σώματος ὁδοιπορίαις ἀκόλουθόν ἐστι τὸ σύμπτωμα: (Galen, On the Natural Faculties., G, section 823)
(갈레노스, On the Natural Faculties., G, section 823)
- οὐ γὰρ μόνον τὰς γαμετάς, ἀλλὰ καὶ τὰς ἀργυρωνήτους καὶ παλλακευομένας ἰσχυρῶς παραφυλάττουσιν, ὡς ὑπὸ μηδενὸς ὁρᾶσθαι τῶν ἐκτός, ἀλλ οἴκοι μὲν διαιτᾶσθαι κατακεκλεισμένας, ἐν δὲ ταῖς ὁδοιπορίαις ὑπὸ σκηνὰς κύκλῳ περιπεφραγμένας ἐπὶ τῶν ἁρμαμαξῶν ὀχεῖσθαι τοιαύτης τῷ Θεμιστοκλεῖ κατασκευασθείσης ἀπήνης καταδὺς ἐκομίζετο, τῶν περὶ αὐτὸν ἀεὶ τοῖς ἐντυγχάνουσι καὶ πυνθανομένοις λεγόντων, ὅτι γύναιον Ἑλληνικὸν ἄγουσιν ἀπ Ιὠνίας πρός τινα τῶν ἐπὶ θύραις βασιλέως. (Plutarch, , chapter 26 4:1)
(플루타르코스, , chapter 26 4:1)
- τῆς δὲ χώρας ἡ πολλὴ συνηρεφὴς οὖσα καὶ στενόπορος καὶ ἑλώδης ἀεὶ καθύγραινεν αὐτούς, χιόνος ἀναπιμπλαμένους ἐν ταῖς ὁδοιπορίαις καὶ κακῶς ἐν τόποις νοτεροῖς νυκτερεύοντας, οὐ πολλὰς οὖν ἡμέρας ἀκολουθήσαντες τῷ Λουκούλλῳ μετὰ τὴν μάχην ἠναντιοῦντο,. (Plutarch, Lucullus, chapter 32 2:1)
(플루타르코스, Lucullus, chapter 32 2:1)
- ἀγασθεὶς οὖν τὴν παρρησίαν καὶ τὸ φρόνημα τοῦ ἀνδρὸς ὁ Πομπήϊος ἀφῆκε τῆς αἰτίας πρῶτον ἐκεῖνον, εἶτα τοὺς ἄλλους ἅπαντας, ἀκούων δὲ τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδα ταῖς μαχαίραις αὐτῶν ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο. (Plutarch, Pompey, chapter 10 7:1)
(플루타르코스, Pompey, chapter 10 7:1)
- οἱ μὲν δὴ Ξάνθιππον αὐτοῖς ἔπεμπον, ὁ δὲ Ἀτίλιος ἀμφὶ λίμνῃ στρατοπεδεύων ὡρ´ᾳ καύματος περιώδευε τὴν λίμνην ἐπὶ τοὺς πολεμίους, ὅπλων τε βάρει καὶ πνίγει καὶ δίψει καὶ ὁδοιπορίᾳ κακοπαθῶν, καὶ βαλλόμενος ἀπὸ κρημνῶν ἄνωθεν. (Appian, The Foreign Wars, chapter 1 3:3)
(아피아노스, The Foreign Wars, chapter 1 3:3)
- μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός. (Epictetus, Works, book 3, 11:3)
(에픽테토스, Works, book 3, 11:3)
- ἅμα δὲ ἡμέρᾳ ὁ μὲν Καῖσαρ ἔθυεν, ὁ δὲ Λεύκιος αὐτῷ τὸν στρατὸν ἔπεμπε, τὰ μὲν ὅπλα φέροντα, ἐσκευα σμένον δ ὡς ἐν ὁδοιπορίᾳ. (Appian, The Civil Wars, book 5, chapter 5 8:4)
(아피아노스, The Civil Wars, book 5, chapter 5 8:4)
- ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλ ἦχον μόνον ἀποτελοῦσαν. (Diodorus Siculus, Bibliotheca Historica, book 3, chapter 17 3:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 17 3:1)
- ἅτε δὲ ὁδοιπορίᾳ προαπειρηκότες καὶ ὁμοῦ τῶν τε ἀνδρῶν σφισιν ἐγκειμένων καὶ ὑπὸ τῶν γυναικῶν κεράμῳ καὶ λίθοις βαλλόμενοι, σὺν οὐδενὶ ἔφευγον κόσμῳ. (Pausanias, Description of Greece, , chapter 29 6:2)
(파우사니아스, Description of Greece, , chapter 29 6:2)