호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, Αἰτωλῶν δμηθέντες ὑπ Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγ ἀπ Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα.? τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετ ἐλαφρότερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기