- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

καθάρσιος?

First/Second declension Adjective; Transliteration: katharsios

Principal Part: καθάρσιος καθάρσιον

Structure: καθαρσι (Stem) + ος (Ending)

Sense

  1. cleansing, purifying
  2. cleansing or purifying from, purifying
  3. a purifying sacrifice, purification

Examples

  • καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν. (Septuagint, Liber Maccabees IV 6:29)
  • ποῦ δ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν· (Lucian, Cataplus, (no name) 6:18)
  • τούσδ ἄρ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους καὶ θεᾶς κόσμους νεογνούς τ ἄρνας, ὡς φόνῳ φόνον μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ ἄλλ ὅσα προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. (Euripides, Iphigenia in Tauris, episode, trochees35)
  • Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω· (Euripides, Heracles, episode, lyric 1:8)
  • τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπ᾿ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν. (Lucian, Saturnalia, 1:3)
  • τῶν δὲ ὑπὸ Νομᾶ προστεθέντων ἢ μετατεθέντων ὁ μὲν Φεβρουάριος οἱο῀ν καθάρσιος ἄν τις εἰή: (Plutarch, Numa, chapter 19 5:1)
  • Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ Ῥίγεος‧ ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν‧ γυναικείων πόνοι‧ κάθαρσις ἐπαύσατο. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 260)
  • Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τρι ταίην ἔλαβεν. (Hippocrates, Hippocrates Collected Works I, EPIDHMIWN A, 285)
  • ἰατρόμαντις δ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. (Aeschylus, Eumenides, episode 6:2)
  • καὶ μαρτυρήσων ἦλθον - ἔστι γὰρ νόμῳ ἱκέτης ὅδ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδ ἐγὼ καθάρσιος - καὶ ξυνδικήσων αὐτός: (Aeschylus, Eumenides, episode5)

Synonyms

  1. cleansing

  2. cleansing or purifying from

Related

명사

형용사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION