- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἤπου?

; Transliteration: ēpou

Principal Part: ἤπου

Sense

  1. or perhaps, as perhaps

Examples

  • Καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ Ῥήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς‧ ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὅταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 2.2)
  • ἤπου σὲ χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο Κωκυτοῦ θεμέναν ἴχνος ἐπ ἀιόνι, οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν ἀίδᾳ, πευθόμεναι τέο κῆρα σὺ δὲ ῥαίνουσα παρειὰς δάκρυσιν, ἄγγειλας κεῖν ἀνιαρὸν ἔπος: (Unknown, Greek Anthology, Volume II, book 7, chapter 4641)
  • ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ μητρὸς ἢ πατρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ τοῖς παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητὰς οὓς ἐθαύμαζον αὐτοὶ διασύρουσι καὶ καταφρονοῦσιν ἦπου μετρίως ἔχουσιν υἱοῖς δια φερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπ ἀλλήλων· (Plutarch, De fraterno amore, section 52)
  • ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπ ἀλλήλων· (Plutarch, De fraterno amore, section 5 2:1)
  • "ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον· (Plutarch, De Pythiae oraculis, section 2113)
  • εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δ ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. (Plutarch, De Herodoti malignitate, section 36 6:1)
  • "ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν· (Plutarch, De genio Socratis, section 14 2:6)

Synonyms

  1. or perhaps

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION