- ἀλλὰ μὰ τὴν ἀναίσχυντον Ἀθηνᾶν καὶ τὸν μέγαν θηριομάχον Ἡρακλέα οὐδ ὅσον τοῦ γρῦ καὶ τοῦ φνεῖ φροντιοῦμεν αὐτοῦ: (Lucian, Lexiphanes, (no name) 19:2)
(루키아노스, Lexiphanes, (no name) 19:2)
- οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα, οὗτος δ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. (Aristophanes, Plutus, Prologue 1:6)
(아리스토파네스, Plutus, Prologue 1:6)
- ὡς οὐ βιωτόν ἐστιν οὐδ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδ εἰσπλεῖν μηδὲ γρῦ. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 29 1:3)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 29 1:3)
- διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμ ἡμέρᾳ. (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 42 1:1)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 42 1:1)
- περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ. (Demosthenes, Speeches 11-20, 51:1)
(데모스테네스, Speeches 11-20, 51:1)