- διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ᾿ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ. αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. (Septuagint, Prophetia Osee 13:15)
(70인역 성경, 호세아서 13:15)
- καὶ τὰ πρῶτα μὲν εἰρηνικῶς ἐνάρχονται τῶν πρὸς ἀλλήλους λόγων, προιούσης δὲ τῆς συνουσίας ἐπιτείνουσι τὸ φθέγμα μέχρι πρὸς τὸ ὄρθιον, ὥστε ὑπερδιατεινομένων καὶ ἅμα λέγειν ἐθελόντων τό τε πρόσωπον ἐρυθριᾷ καὶ ὁ τράχηλος οἰδεῖ καὶ αἱ φλέβες ἐξανίστανται ὥσπερ τῶν αὐλητῶν ὁπόταν εἰς στενὸν τὸν αὐλὸν ἐμπνεῖν βιάζωνται. (Lucian, Bis accusatus sive tribunalia, (no name) 11:9)
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 11:9)
- ἀλλ ἐνθάδ ἐπὶ τῶν μηρίων πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας καθαιματώσει βωμόν. (Aristophanes, Thesmophoriazusae, Episode6)
(아리스토파네스, Thesmophoriazusae, Episode6)
- τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. (Lucian, Dialogi meretricii, 2:2)
(루키아노스, Dialogi meretricii, 2:2)
- ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος, ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι, τὴν φλέβα τεμεῖν, παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ ἠγνοηκυίας, ἄγομεν ἐξ: (Plutarch, Animine an corporis affectiones sint peiores, section 3 1:2)
(플루타르코스, Animine an corporis affectiones sint peiores, section 3 1:2)
- διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί‧ τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δ ὑπερπάχητες, ἄρθρον τε κατάδηλον οὐδὲν οὐδὲ φλέψ‧ τήν τε χροιὴν ὠχρὴν ἔχουσιν ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι‧ φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεώμενοι οὐ λαμπρῷ, ἀλλὰ νοτώδει καὶ θολερῷ‧ πρός τε τὸ ταλαιπωρεῖν τὸ σῶμα ἀργότεροι πεφύκασιν. (Hippocrates, Hippocrates Collected Works I, , xv.7)
(히포크라테스, Hippocrates Collected Works I, , xv.7)
- ἐμοὶ μὲν οὖν καὶ ἡ φλὲψ καὶ τῶν ἄλλων ἁπάντων ἕκαστον διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὡδί πως ἐνεργεῖν δοκεῖ. (Galen, On the Natural Faculties., , section 31)
(갈레노스, On the Natural Faculties., , section 31)
- ἵνα μὲν γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβλημένην οὐσίαν, ἐξ ἧς γίγνεται τὸ ζῷον: (Galen, On the Natural Faculties., , section 54)
(갈레노스, On the Natural Faculties., , section 54)
- ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε. (Galen, On the Natural Faculties., B, section 317)
(갈레노스, On the Natural Faculties., B, section 317)
- ἀλλ ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός. (Galen, On the Natural Faculties., B, section 654)
(갈레노스, On the Natural Faculties., B, section 654)