εὐχείρωτος?
First/Second declension Adjective;
Transliteration: eucheirōtos
Principal Part:
εὐχείρωτος
εὐχείρωτον
Structure:
εὐχειρωτ
(Stem)
+
ος
(Ending)
Sense
- easy to master or overcome
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἀλλ ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν ἀναγορευσάντων, καὶ μεταξὺ δ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου νομοθεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτ εἰς συνέδριον κοινὸν εἰσῆλθον οὐδὲ φόρον ἤνεγκαν: (Plutarch, Instituta Laconica, section 42 2:2)
- οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατ ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον. (Plutarch, chapter 21 7:2)
- ἐνταῦθα πέμπει τούσδ, ὅπως, ὅταν νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο, κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δ ὑπεκσῴζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. (Aeschylus, Persians, episode 4:10)
- καὶ στρατιά γε, ἔφην ἐγώ, ὦ γύναι, ἄτακτος μὲν οὖσα ταραχωδέστατον, καὶ τοῖς μὲν πολεμίοις εὐχειρωτότατον, τοῖς δὲ φίλοις ἀκλεέστατον ὁρᾶν καὶ ἀχρηστότατον, ὄνος ὁμοῦ, ὁπλίτης, σκευοφόρος, ψιλός, ἱππεύς, ἅμαξα: (Xenophon, Works on Socrates, , chapter 8 5:1)
- τὴν μὲν τοίνυν φύσιν οἱούς εἶναι δεῖ τοὺς μέλλοντας εὐχειρώτους ἔσεσθαι τῷ νομοθέτῃ, διωρίσμεθα πρότερον: (Aristotle, Politics, Book 7 218:4)
- ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. (Dio, Chrysostom, Orationes, 8:2)
- αὕτη φλογὶ μὲν τὴν χροίαν ἐοίκε, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτουσα τοῖς ἐπιοῦσι καὶ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλ ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται, πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα χέῃ κατ αὐτῆς. (Flavius Josephus, De bello Judaico libri vii, 209:1)
- συνιδόντες γὰρ ὡς εὐέφοδός ἐστιν ἡ Λιβύη καὶ πᾶς ὁ κατὰ τὴν χώραν λαὸς εὐχείρωτος τοῖς ἅπαξ εἰς αὐτὴν ἐμβαλοῦσιν, οὐχ οἱοί῀ τ ἦσαν ἐπιτρέπειν, ἀλλὰ διακινδυνεύειν καὶ ναυμαχεῖν ἔσπευδον. (Polybius, Histories, book 1, chapter 26 2:2)
- διόπερ εἴ τις δύναιτο συννοεῖν τὰ περὶ τοὺς πέλας ἁμαρτήματα καὶ τῇδέ που προσιέναι τοῖς ὑπεναντίοις, ᾗ μάλιστα καὶ δι ὧν εὐχείρωτος ἔσθ ὁ προεστὼς τῶν πολεμίων, τάχιστ ἂν τῶν ὅλων κατακρατοίη. (Polybius, Histories, book 3, chapter 81 10:1)
- διὸ καὶ τροπαίων ἐπ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτ ἦν εὐχείρωτος. (Polybius, Histories, book 4, chapter 8 6:1)
Synonyms
-
easy to master or overcome