- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

ἐπιχείρησις?

3군 변화 명사; 여성 자동번역 로마알파벳 전사: epicheirēsis 고전 발음: [에삐케레:시] 신약 발음: [애삐키레시]

기본형: ἐπιχείρησις ἐπιχείρησεως

형태분석: ἐπιχειρησι (어간) + ς (어미)

  1. 공격, 습격, 시도
  1. an attempt, attack

곡용 정보

3군 변화

위에 제시된 변화형은 규칙에 따라 생성된 것이며 일부 형태는 실제 사용여부가 입증되지 않았으니, 참고용으로만 사용하시길 바랍니다.

현재 일부 변화형의 강세가 잘못 표기되는 오류가 있어 수정 중에 있으니 유의하시길 바랍니다.

예문

  • σεμνὸν δέ τι ὁ γραφεὺς ἐπενόησεν, τὸ μὲν ἀσεβὲς τῆς ἐπιχειρήσεως δείξας μόνον καὶ ὡς ἤδη πεπραγμένον παραδραμών, ἐμβραδύνοντας δὲ τοὺς νεανίσκους ἐργασάμενος τῷ τοῦ μοιχοῦ φόνῳ. (Lucian, De Domo, (no name) 23:3)

    (루키아노스, De Domo, (no name) 23:3)

  • ἃ δὲ αὐτὸς ὁ φιλόσοφος ὑπὲρ ἑαυτοῦ γράφει, πᾶσαν ἀφαιρούμενος ἐπιχείρησιν τῶν χαρίζεσθαι βουλομένων αὐτῷ τὰ μὴ προσήκοντα, πρὸς πολλοῖς δ ἄλλοις ὧν οὐδὲν δέομαι μεμνῆσθαι κατὰ τὸ παρόν, ἃ τέθηκεν ἐν τῇ πρώτῃ βύβλῳ ταύτης τῆς πραγματείας, ὡς οὐ μειράκιον ἦν, ὅτε τὰς ῥητορικὰς συνετάττετο τέχνας, ἀλλ ἐν τῇ κρατίστῃ γεγονὼς ἀκμῇ καὶ προεκδεδωκὼς ἤδη τάς τε τοπικὰς συντάξεις καὶ τὰς ἀναλυτικὰς καὶ τὰς μεθοδικάς, τεκμήρἰ ἐστὶν ἰσχυρότατα. (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 6 1:1)

    (디오니시오스, Ad Ammaeum, chapter 6 1:1)

  • εἰ δέ τις οὕτως ἔσται δύσερις ὥστε καὶ πρὸς ταῦτα ἀντιλέγειν, ὅτι μὲν ὕστερον ἐγράφησαν αἱ ῥητορικαὶ τέχναι τῶν ἀναλυτικῶν τε καὶ μεθοδικῶν καὶ τοπικῶν, ὁμολογῶν ἀληθὲς εἶναι, οὐδὲν δὲ κωλύειν λέγων ἁπάσας ταύτας κατεσκευακέναι τὸν φιλόσοφον τὰς πραγματείας ἔτι παιδευόμενον παρὰ Πλάτωνι, ψυχρὰν μὲν καὶ ἀπίθανον ἐπιχείρησιν εἰσάγων, βιαζόμενος δὲ τὸ κακουργότατον τῶν ἐπιχειρημάτων ποιεῖν πιθανώτερον, ὅτι καὶ τὸ μὴ εἰκὸς γίνεταί ποτε εἰκός, ἀφεὶς ἃ πρὸς ταῦτα λέγειν εἶχον ἐπὶ τὰς αὐτοῦ τρέψομαι τοῦ φιλοσόφου μαρτυρίας, ἃς ἐν τῇ τρίτῃ βύβλῳ τῶν τεχνῶν τέθηκε περὶ τῆς μεταφορᾶς κατὰ λέξιν οὕτω γράφων: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 81)

    (디오니시오스, Ad Ammaeum, chapter 81)

  • πλὴν ἀλλ ἔγωγε οὐδὲν ἀποδειλιάσας - ἠπιστάμην γὰρ οὐ ψευσόμενά με τὰ σημεῖα οὐδὲ προδώσουσαν τὴν τέχνην - ἐπῆγον τὴν ἰάσιν ἐν καιρῷ τῆς ἐπιχειρήσεως, καίτοι κἀμοί τινες τῶν φίλων συνεβούλευον μὴ θρασύνεσθαι, μὴ καὶ διαβολήν τινα μείζω ἐνέγκῃ μοι τὸ ἀποτυχεῖν ὡς ἀμυνομένῳ τὸν πατέρα φαρμάκῳ καὶ μνησικακήσαντι ὧν ἐπεπόνθειν ὑπ αὐτοῦ. (Lucian, Abdicatus, (no name) 4:10)

    (루키아노스, Abdicatus, (no name) 4:10)

  • τὸν γὰρ ἄριστον τῶν ἡρώων ἐπαινέσαι ζητῶν οὐ λέοντι ἢ παρδάλει ἢ ὑϊ` τὴν ἀλκὴν αὐτοῦ εἰκάζει, ἀλλὰ τῷ θάρσει τῆς μυίας καὶ τῷ ἀτρέστῳ καὶ λιπαρεῖ τῆς ἐπιχειρήσεως: (Lucian, Muscae Encomium, (no name) 5:3)

    (루키아노스, Muscae Encomium, (no name) 5:3)

  • πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δὲ Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλιπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλ ὅλος ἀνήρτητο ταῖς φροντίσιν ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπιχείρησις. (Plutarch, Aratus, chapter 17 1:1)

    (플루타르코스, Aratus, chapter 17 1:1)

  • τῶν δὲ ὅσα γένοιτ ἂν ἢ πᾶσιν συμφέροντα ἐχθροῖς τε καὶ φίλοις ἢ ὅτι σμικρότατα κακὰ ἀμφοῖν, ταῦτα οὔτε ῥᾴδιον ὁρᾶν οὔτε ἰδόντα ἐπιτελεῖν, εὐχῇ δὲ προσέοικεν ἡ τοιαύτη συμβουλή τε καὶ ἐπιχείρησις τοῦ λόγου. (Plato, Epistles, Letter 8 7:3)

    (플라톤, Epistles, Letter 8 7:3)

  • ταύτῃ καὶ μᾶλλόν τι ἡ παρασκευή τε αὐτῷ καὶ ἡ ἐπιχείρησις ἡ ἐς τὴν διάβασιν οὐ φανερὰ κατέστη, τῷ κτύπῳ τῷ ἀπὸ τῶν ὅπλων καὶ τῷ θορύβῳ τῷ ἀπὸ τῶν παραγγελμάτων τῶν τε βροντῶν καὶ τοῦ ὄμβρου ἀντιπαταγούντων. (Arrian, Anabasis, book 5, chapter 12 3:3)

    (아리아노스, Anabasis, book 5, chapter 12 3:3)

  • ἡ δὲ τοιαύτη δύναμις καὶ ἐπιχείρησις ὁμοία μοι δοκεῖ τῇ τῶν γεωργῶν ἐμπειρίᾳ περὶ τὰ φυτά, ἐάνπερ ἱκανῶς γίγνηται: (Dio, Chrysostom, Orationes, 2:1)

    (디오, 크리소토모스, 연설, 2:1)

  • νουμηνίᾳ Πανέμου μηνὸς ἡ ἐπιχείρησις ἦν. (Flavius Josephus, De bello Judaico libri vii, 26:3)

    (플라비우스 요세푸스, De bello Judaico libri vii, 26:3)

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION