- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἔμπειρος?

First/Second declension Adjective; Transliteration: empeiros

Principal Part: ἔμπειρος ἔμπειρος ἔμπειρον

Structure: ἐμπειρ (Stem) + ος (Ending)

Etym.: ἐν, πεῖρα

Sense

  1. experienced or practiced in a thing, acquainted with it

Examples

  • οὔτε δ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς ᾖ παρηκολουθηκώς. (Demades, On the Twelve Years, 1:2)
  • ἐμπειρότατοι δὲ λόγων καὶ πραγμάτων ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γινώσκομεν, ἀλλ ὧν πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες τοῖς ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν ἐπιτιμῶμεν. (Dionysius of Halicarnassus, De Isocrate, chapter 17 2:2)
  • τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας. (Lucian, Vitarum auctio, (no name) 12:15)
  • ἐκεῖνο μέντοι μεγάλης ἐπιεικείας σημεῖον, ὅτι δυσχεραίνοντα τὸ πολεμεῖν ἀεὶ καὶ φεύγοντα τὸ στρατηγεῖν οὐκ ἐπαύοντο χειροτονοῦντες ὡς ἐμπειρότατον καὶ βέλτιστον: (Plutarch, Comparison of Nicias and Crassus, chapter 3 5:2)
  • ἂν δὲ διαλέγεσθαι μᾶλλον ἐθέλῃς ἢ λοιδορεῖσθαι, ταχύ σε μεταπείσομεν, ἑκατέρου τῶν βίων ἐμπείρως ἔχοντες, ὅ τι ταῦτα πρὸ ἐκείνων εἰκότως ἀγαπῶμεν πῶμεν. (Plutarch, Bruta animalia ratione uti, chapter, section 2 9:2)
  • καὶ εἶπεν αὐτῷ. εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ράγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων; (Septuagint, Liber Thobis 5:5)
  • σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην. (Lucian, Dearum judicium, (no name) 5:14)
  • χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἰή καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς οὐχ οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. (Dionysius of Halicarnassus, chapter 23)
  • ἀλλὰ Θεοδότας ὁ Ῥόδιος, ἀνὴρ γενναῖος καὶ τακτικῶν ἔμπειρος, οὐκ εἰά παρὼν ἀθυμεῖν: (Lucian, Zeuxis 16:1)
  • πότερα [γὰρ εἰκός ἐς]τιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς [τέχνης ἐπιθ]υμῆσαι, ἧς οὐ[κ] ἤμην ἔμπει[ρος, ἤ σε καὶ τ]ὴν ἑταίραν τοῖς ἐμοῖς ἐπι[βουλεῦσαι]· (Hyperides, Speeches, 26:1)

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION