- οὐκοῦν ἐπειδὴ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν: (Lucian, Dialogi meretricii, 4:5)
(루키아노스, Dialogi meretricii, 4:5)
- κατὰ τάδε συνθήκας ἐποιήσαντο Ἡλιῶται καὶ οἱ σύμμαχοι πρὸς Σεληνίτας καὶ τοὺς συμμάχους, ἐπὶ τῷ καταλῦσαι μὲν τοὺς Ἡλιώτας τὸ διατείχισμα καὶ μηκέτι ἐς τὴν σελήνην ἐσβάλλειν, ἀποδοῦναι δὲ καὶ τοὺς αἰχμαλώτους ῥητοῦ ἕκαστον χρήματος, τοὺς δὲ Σεληνίτας ἀφεῖναι μὲν αὐτονόμους τούς γε ἄλλους: (Lucian, Verae Historiae, book 1 20:3)
(루키아노스, Verae Historiae, book 1 20:3)
- δι ἧς ἀνέβη λαθὼν καὶ προσέμιξε τοῖς φυλάττουσι τὸ διατείχισμα χαλεπῶς καὶ μόλις κατὰ τὸ λαγαρώτατον. (Plutarch, Camillus, chapter 25 2:2)
(플루타르코스, Camillus, chapter 25 2:2)
- γενομένης δὲ τῆς προσβολῆς ἀνελπίστου καὶ τῶν βαρβάρων θράσει πολλῷ καὶ θορύβῳ καθαιρούντων τὸ διατείχισμα καὶ τοῖς Συρακουσίοις ἐπιφερομένων, οὐδεὶς ἐτόλμα μένων ἀμύνεσθαι, πλὴν τῶν ξένων τῶν Δίωνος, οἳ πρῶτον αἰσθόμενοι τὸν θόρυβον ἐξεβοήθησαν. (Plutarch, Dion, chapter 30 4:1)
(플루타르코스, Dion, chapter 30 4:1)
- τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακουσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακουσίων, ἔλαθεν ἀποσταυρώσας τὴν ἀκρόπολιν, ὥστε μεθ ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους, θάψας δὲ τοὺς τεθνηκότας τῶν Συρακουσίων καὶ λυσάμενος τοὺς ἑαλωκότας, δισχιλίων οὐκ ἐλάττονας ὄντας, ἐκκλησίαν συνήγαγε, καὶ παρελθὼν Ἡρακλείδης εἰσηγήσατο γνώμην αὐτοκράτορα στρατηγὸν ἑλέσθαι Δίωνα κατὰ γῆν καὶ θάλασσαν. (Plutarch, Dion, chapter 48 1:2)
(플루타르코스, Dion, chapter 48 1:2)