ἀράχνιον?
Second declension Noun; Neuter
Transliteration: arachnion
Principal Part:
ἀράχνιον
Structure:
ἀραχνι
(Stem)
+
ον
(Ending)
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἰδοὺ γέ τοι ὑπ ἀσχολίας τοσαύτας ἑώλους δίκας φυλάττομεν ἀποκειμένας ὑπ εὐρῶτος ἤδη καὶ ἀραχνίων διεφθαρμένας, καὶ μάλιστα ὁπόσαι ταῖς ἐπιστήμαις καὶ τέχναις πρὸς ἀνθρώπους τινὰς συνεστᾶσιν, πάνυ παλαιὰς ἐνίας αὐτῶν. (Lucian, Bis accusatus sive tribunalia, (no name) 3:2)
- ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, ἐκ δ ἀγγέων ἐλάσειας ἀράχνια: (Hesiod, Works and Days, Book WD 53:4)
- ἐν γωνίᾳ που τάχα τῶν ἰαλέμων τινὸς ποιητῶν κατορωρυγμένα, εὐρῶτος καὶ ἀραχνίων μεστά, ἤ που ἐκ τῶν Φιλαινίδος Δέλτων, ἃς διὰ χειρὸς ἔχεις. (Lucian, Pseudologista, (no name) 21:5)
- ἀναστρέψαντες δὲ ἀπὸ τῆς διώξεως δύο τρόπαια ἐστήσαμεν, τὸ μὲν ἐπὶ τῶν ἀραχνίων τῆς πεζομαχίας, τὸ δὲ τῆς ἀερομαχίας ἐπὶ τῶν νεφῶν. (Lucian, Verae Historiae, book 1 18:1)
- ἡμεῖς μὲν οὖν ἀπηγόμεθα ἐς τὸν ἥλιον αὐθημερὸν τὼ χεῖρε ὀπίσω δεθέντες ἀραχνίου ἀποκόμματι. (Lucian, Verae Historiae, book 1 18:11)
- τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί · ἢν δὲ καὶ ἐκραγῇ, θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰὄντα. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., , 103)
- ὧν ὁ μὲν εἷς,Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην, καὶ διέδυ ῥαφίδος τρῆμα, λίνον κατέχων Δημᾶς δ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη, ἡ δ ἀράχνη νήθουσ1 αὐτὸν ἀπεκρέμασεν. (Unknown, Greek Anthology, Volume IV, book 11, chapter 1102)
- σὺ οὖν ἄνθρωπος ὢν οὐδὲ ζῷον εἶναι θέλεις τῶν ἀνθρώποις συντρόφων, ἀλλὰ σκώληξ μᾶλλον ἢ ἀράχνιον· (Epictetus, Works, book 4, 32:1)