- τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν αἷμ ἀπελείβετ ἔραζ: (Hesiod, Shield of Heracles, Book Sh. 25:12)
(헤시오도스, 헤라클레스의 방패, Book Sh. 25:12)
- καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 77 3:4)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 77 3:4)
- γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν: (Plutarch, De sollertia animalium, chapter, section 9 1:1)
(플루타르코스, De sollertia animalium, chapter, section 9 1:1)
- Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ αἱμορροϊδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ Ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν. (Hippocrates, Hippocrates Collected Works I, , xvii.1)
(히포크라테스, Hippocrates Collected Works I, , xvii.1)
- τῷ με Κανωπίτᾳ Καλλίστιον εἴκοσι μύξαις πλούσιον, ἁ Κριτίου, λύχνον ἔθηκε θεῷ, εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος: (Unknown, Greek Anthology, book 6, chapter 1481)
(작자 미상, Greek Anthology, book 6, chapter 1481)
- Περὶ οὗ οὖν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, καὶ θᾶσσον ἐμπίπτει, ἢ τοῖσι σεσαρκωμένοισιν‧ καὶ ἧσσον ἐπιφλεγμαίνει τοῖσιν ὑγροῖσιν καὶ τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισιν, καὶ ἧσσόν γε δέδεται ἐς τὸν ἔπειτα χρόνον‧ ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου μὴ ξὺν φλεγμονῇ, καὶ οὕτως ἂν ὀλισθηρὸν εἰή‧ μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν‧ καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων, αἱ τῶν λεπτῶν, μυξωδέστεραί εἰσιν, ἢ αἱ τῶν παχέων. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 8.11)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 8.11)
- Ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον‧ διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν, εἰ μή τι ἢ πλέον, ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 8.12)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 8.12)
- Ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 5.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 5.5)
- Δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δ οὐδέν, ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν. (Epictetus, Works, book 3, 90:1)
(에픽테토스, Works, book 3, 90:1)
- ἀλλὰ καὶ εἰς τὰ ἱερὰ ἡμῖν συνέρχῃ τοιοῦτος, ὅπου πτῦσαι οὐ νενόμισται οὐδ ἀπομύξασθαι, ὅλος ὢν πτύσμα καὶ μύξα· (Epictetus, Works, book 4, 32:3)
(에픽테토스, Works, book 4, 32:3)