- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἄνηβος?

First/Second declension Adjective; Transliteration: anēbos

Principal Part: ἄνηβος ἄνηβη ἄνηβον

Structure: (Prefix) + νηβ (Stem) + ος (Ending)

Etym.: ἥβη

Sense

  1. not yet come to man's estate, beardless

Examples

  • ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα τῶν ἀνήβων ἀμφιθαλῆ τινα, προσελθόντα πρὸς τὴν κάλπιν, ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον, ὅστις ἂν ᾖ, φιλοσόφει. (Lucian, 117:1)
  • "ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφεν γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ, ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ ἄκυρον τὴν διαθήκην ἐποίησεν. (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 39 2:4)
  • μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 22 6:1)
  • "οἱ δὲ πολλοί, καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων, ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς· (Plutarch, Quaestiones Convivales, book 7, 13:3)
  • εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν σύνοδον ἅπαντας ἐκέλευσε τοὺς ὁμοπάγους κατὰ κεφαλὴν ὡρισμένον νόμισμά τι συνεισφέρειν, ἕτερον μέν τι τοὺς ἄνδρας, ἕτερον δέ τι τὰς γυναῖκας, ἄλλο δέ τι τοὺς ἀνήβους. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 15 6:1)
  • ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον: (Plutarch, Demetrius, chapter 24 2:2)
  • Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἑρ´κος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ ἔτεσιν: (Unknown, Elegy and Iambus, Volume I, , 219)
  • οὗτος γὰρ παῖς μὲν ὢν παρ Ἀρχεδήμῳ τῷ γλάμωνι, <τῷ> οὐκ ὀλίγα τῶν ὑμετέρων ὑφῃρημένῳ, πολλῶν ὁρώντων ἔπινεν ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενος, ἐκώμαζε <δὲ> μεθ ἡμέραν, ἄνηβος ἑταίραν ἔχων, μιμούμενος τοὺς ἑαυτοῦ προγόνους, καὶ ἡγούμενος οὐκ ἂν δύνασθαι πρεσβύτερος ὢν λαμπρὸς γενέσθαι, εἰ μὴ νέος ὢν πονηρότατος δόξει εἶναι. (Lysias, Speeches, 31:1)
  • οὗτος πυκτεύσων ἐς Ὀλύμπια παισὶν ἄνηβος ἤλυθε Πυθαγόρης ὁ Κράτεω Σάμιος. (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. a'. PUQAGORAS 49:3)

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION