- εἰ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. (Aristophanes, Lysistrata, Prologue 5:16)
(아리스토파네스, Lysistrata, Prologue 5:16)
- ἴστε δήπου τοῦθ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ, οὗ δίδως ὁ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον μὲν διομεῖται κατ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας ὅ τιν αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, εἶτ οὐδὲ τὸν τυχόντα τιν ὁρ´κον τοῦτο ποιήσει ἀλλ ὃν οὐδεὶς ὄμνυς ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθ ὅσιον, πεπρᾶχθαι. (Demosthenes, Speeches 21-30, 96:3)
(데모스테네스, Speeches 21-30, 96:3)
- ἢ πῶς οὐκ εἰκότως οἱ πατέρες ἡμῶν ἐν ταῖς φονικαῖς δίκαις ταῖς ἐπὶ Παλλαδίῳ κατέδειξαν, τέμνοντα τὰ τόμια τὸν νικῶντα τῇ ψήφῳ ἐξορκίζεσθαι, καὶ τοῦτο ὑμῖν πάτριόν ἐστιν ἔτι καὶ νῦν, τἀληθῆ καὶ τὰ δίκαια ἐψηφίσθαι τῶν δικαστῶν ὅσοι τὴν ψῆφον ἤνεγκαν αὐτῷ, καὶ ψεῦδος μηδὲν εἰρηκέναι, εἰ δὲ μή, ἐξώλη αὐτὸν εἶναι ἐπαρᾶσθαι καὶ τὴν οἰκίαν τὴν αὑτοῦ, τοῖς δὲ δικασταῖς εὔχεσθαι πολλὰ καὶ ἀγαθὰ εἶναι· (Aeschines, Speeches, , section 87 1:2)
(아이스키네스, 연설, , section 87 1:2)
- ὑπεμείνατε καὶ τοῦτο καὶ στάντες ἐπὶ τῶν τομίων κατ ἐξωλείας ἑαυτῶν τε καὶ τῶν ἀπογόνων ὠμόσατε. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 50 2:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 50 2:1)
- καὶ μετὰ τοῦτο καθαρμοὺς τῆς πόλεως ποιησάμενοι καὶ ὁρ´κια τεμόντες αὐτοί τε πρῶτοι στάντες ἐπὶ τῶν τομίων ὤμοσαν καὶ τοὺς ἄλλους πολίτας ἔπεισαν ὀμόσαι, μὴ κατάξειν ἀπὸ τῆς φυγῆς βασιλέα Ταρκύνιον μήτε τοὺς παῖδας αὐτοῦ μήτε τοὺς ἐξ ἐκείνων γενησομένους, βασιλέα τε τῆς Ῥωμαίων πόλεως μηκέτι καταστήσειν μηθένα μηδὲ τοῖς καθιστάναι βουλομένοις ἐπιτρέψειν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 1 5:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 1 5:1)