호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τιθέντεσ τὸν ἀγῶνα μενοῦμεν τούτουσ, ἑώσ ἂν ἔλθωσι, καὶ τῷ νικῶντι τὰ νικητήρια δώσομεν ἑκάστων. ὀρθῶσ. τριττὰ δὴ ταῦτα ἀθλήματα διανοηθῶμεν, ἓν μὲν παιδικόν, ἓν δὲ ἀγενείων, ἓν δὲ ἀνδρῶν· καὶ τοῖσ μὲν τῶν ἀγενείων τὰ δύο τῶν τριῶν τοῦ μήκουσ τοῦ δρόμου θήσομεν, τοῖσ δὲ παισὶ τὰ τούτων ἡμίσεα, τοξόταισ τε καὶ ὁπλίταισ ἁμιλλωμένοισ, γυναιξὶν δέ, κόραισ μὲν ἀνήβοισ γυμναῖσ στάδιον καὶ δίαυλον καὶ ἐφίππιον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναισ, ταῖσ δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαισ κοινωνίασ μὴ μακρότερον εἴκοσι ἐτῶν μηδ’ ἔλαττον ὀκτωκαίδεκα·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기