- ἔν τοι μυρίῳ στρατεύματι ἀκόλαστος ὄχλος ναυτική τ ἀναρχία κρείσσων πυρός, κακὸς δ ὁ μή τι δρῶν κακόν. (Euripides, Hecuba, episode 6:2)
(에우리피데스, Hecuba, episode 6:2)
- δείσαντες δὲ τὴν ἀναρχίαν οἱ πρῶτοι Μακεδόνων Ἀντίγονον ἐπάγονται τοῦ τεθνηκότος ἀνεψιὸν ὄντα, καὶ συνοικίσαντες αὐτῷ τὴν μητέρα τοῦ Φιλίππου, πρῶτον μὲν ἐπίτροπον καὶ στρατηγόν, εἶτα πειρώμενοι μετρίου καὶ κοινωφελοῦς βασιλέα προσηγόρευσαν. (Plutarch, Aemilius Paulus, chapter 8 2:1)
(플루타르코스, Aemilius Paulus, chapter 8 2:1)
- δημοκρατία δ᾿ ἀναρχίαν, ἰσότης δ ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον. (Plutarch, De unius in republica dominatione, chapter, section 3 6:2)
(플루타르코스, De unius in republica dominatione, chapter, section 3 6:2)
- τῷ δὲ πέμπτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα διὰ τὴν στάσιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν ἀναρχίαν ἐποίησαν. (Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 13 1:3)
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 13 1:3)
- ἀναρχία μὲν γάρ, ἣν ἔνιοι τῶν νέων ἐλευθερίαν ἀπαιδευσίᾳ νομίζουσι, χαλεπωτέρους ἐκείνων τῶν ἐν παισὶ διδασκάλων καὶ παιδαγωγῶν δεσπότας ἐφίστησι τὰς ἐπιθυμίας ὥσπερ ἐκ δεσμῶν λυθείσας: (Plutarch, De Recta Ratione Audiendi, chapter, section 1 2:1)
(플루타르코스, De Recta Ratione Audiendi, chapter, section 1 2:1)
- αἵματι δὲ καὶ νεκροῖς πολλάκις αἰσχύναντες τὸ βῆμα διεκρίθησαν, ἀναρχίᾳ τὴν πόλιν ὥσπερ ἀκυβέρνητον ναῦν ὑποφερομένην ἀπολιπόντες, ὥστε τοὺς νοῦν ἔχοντας ἀγαπᾶν εἰ πρὸς μηδὲν αὐτοῖς χεῖρον, ἀλλὰ μοναρχίαν ἐκ τοιαύτης παραφροσύνης καὶ τοσούτου κλύδωνος ἐκπεσεῖται τὰ πράγματα, πολλοὶ δὲ ἦσαν οἱ καὶ λέγειν ἐν μέσῳ τολμῶντες ἤδη πλὴν ὑπὸ μοναρχίας ἀνήκεστον εἶναι τὴν πολιτείαν, καὶ τὸ φάρμακον τοῦτο χρῆναι τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι προσφέροντος, ὑποδηλοῦντες τὸν Πομπήϊον. (Plutarch, Caesar, chapter 28 4:1)
(플루타르코스, Caesar, chapter 28 4:1)
- τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ ὑπ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. (Aeschylus, Agamemnon, episode, anapests 5:11)
(아이스킬로스, 아가멤논, episode, anapests 5:11)
- ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα δημοτικὰ δοκεῖ πάντα, λέγω δ οἱο῀ν ἀναρχία τε δούλων αὕτη δ ἂν εἰή μέχρι του συμφέρουσα καὶ γυναικῶν καὶ παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν: (Aristotle, Politics, Book 6 70:1)
(아리스토텔레스, 정치학, Book 6 70:1)