- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

αἰκία?

First declension Noun; Feminine 자동번역 Transliteration: aikiā

Principal Part: αἰκία αἰκίας

Structure: αἰκι (Stem) + α (Ending)

Etym.: attic for the ionic ἀεικείη

Sense

  1. insult, outrage, affront
  2. assault, blow
  3. suffering, disgrace, mistreatment, torture

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ἀπογραφῆναι δὲ πᾶν τὸ φῦλον ἐξ ὀνόματος, οὐκ εἰς τὴν ἔμπροσθε βραχεῖ προδεδηλωμένην τῶν ἔργων κατάπονον λατρείαν, στρεβλωθέντας δὲ ταῖς παρηγγελμέναις αἰκίαις τὸ τέλος ἀφανίσαι μιᾶς ὑπὸ καιρὸν ἡμέρας. (Septuagint, Liber Maccabees III 4:14)
  • τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδεγμένους κινδύνους, οὕτως ἀθέσμοις περιέβαλεν αἰκίαις; (Septuagint, Liber Maccabees III 6:26)
  • τοιγαροῦν, φησί, καὶ κακῶς ἀκούοντες ὑπὸ τῶν ἀστυγειτόνων καὶ τῶν εἰσαφικνουμένων πάντες καὶ προπηλακιζόμενοι πολλάκις ὑπὸ τῶν Περσικῶν βασιλέων καὶ σατραπῶν οὐ δύνανται μεταπεισθῆναι τῇ διανοίᾳ, ἀλλὰ γεγυμνωμένως περὶ τούτων καὶ αἰκίαις καὶ θανάτοις δεινοτάτοις μάλιστα πάντων ἀπαντῶσι μὴ ἀρνούμενοι τὰ πάτρια. (Flavius Josephus, Contra Apionem, 213:1)
  • ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πένθος εἶχεν, οἱ δ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελθόντες εἰς Μεγάλην πόλιν οὐδ ἡντινοῦν ἀναβολὴν ἐποιήσαντο τῆς τιμωρίας, ἀλλ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς, καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δὲ ἄλλων ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα δι αὐτῶν ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας. (Plutarch, Philopoemen, chapter 21 1:1)
  • οὐ γάρ ποτ ἀμναστεῖ γ ὁ φύσας ς Ἑλλάνων ἄναξ, οὐδ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. (Sophocles, choral, strophe 14)
  • τῶν δὲ ὁ μὲν τοὺς πόδας κατεῖχε πιέσας, ὁ δὲ τὴν κεφαλὴν λαβόμενος τῶν τριχῶν ἀνέκλασεν, ὁ δὲ τρίτος τῷ ξίφει τύπτων αὐτὸν διεχρήσατο, τῷ μὲν τάχει τῆς τελευτῆς πρᾳότερον ἴσως ἢ προσῆκον ἦν ἀποθανόντα, τῷ δὲ μόνον ἢ πρῶτον τυράννων ὑπὸ γυναικὸς ἰδίας ἀπολέσθαι, καὶ τῇ μετὰ θάνατον αἰκίᾳ τοῦ σώματος ῥιφέντος καὶ πατηθέντος ὑπὸ τῶν Φεραίων, ἄξια πεπονθέναι δόξαντα τῶν παρανομημάτων. (Plutarch, Pelopidas, chapter 35 7:1)
  • εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη, παγχρύσων δίφρων δυστάνοις αἰκίαις πρόρριζος ἐκριφθείς, οὔ τί πω ἔλειπεν ἐκ τοῦδ οἴκου πολύπονος αἰκία. (Sophocles, choral, epode2)
  • ὅτι ἡ ἀρχὴ τῶν συναλλαγμάτων τούτων ἑκούσιος, τῶν δ ἀκουσίων τὰ μὲν λαθραῖα, οἱο῀ν κλοπὴ μοιχεία φαρμακεία προαγωγεία δουλαπατία δολοφονία ψευδομαρτυρία, τὰ δὲ βίαια, οἱο῀ν αἰκία δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. (Aristotle, Nicomachean Ethics, Book 5 35:1)
  • πατρὸς γὰρ ἢ μητρὸς ἢ τούτων ἔτι προγόνων ὅστις τολμήσει ἅψασθαί ποτε βιαζόμενος αἰκίᾳ τινί, μήτε τῶν ἄνω δείσας θεῶν μῆνιν μήτε τῶν ὑπὸ γῆς τιμωριῶν λεγομένων, ἀλλὰ ὡς εἰδὼς ἃ μηδαμῶς οἶδεν, καταφρονῶν τῶν παλαιῶν καὶ ὑπὸ πάντων εἰρημένων, παρανομεῖ, τούτῳ δεῖ τινος ἀποτροπῆς ἐσχάτης. (Plato, Laws, book 9 180:3)
  • ταύτην γάρ, ἐπεί τε ἀπέθανεν Ἵππαρχος, - λέγω δὲ οὐκ ἐς συγγραφὴν πρότερον ἥκοντα, πιστὰ δὲ ἄλλως Ἀθηναίων τοῖς πολλοῖς - Ἱππίας εἶχεν ἐν αἰκίᾳ ἐς ὃ διέφθειρεν, οἱᾶ ἑταίραν Ἀριστογείτονος ἐπιστάμενος οὖσαν καὶ τὸ βούλευμα οὐδαμῶς ἀγνοῆσαι δοξάζων: (Pausanias, Description of Greece, , chapter 23 2:1)

Synonyms

  1. assault

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION