- τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων. (Septuagint, Liber Maccabees III 3:2)
(70인역 성경, Liber Maccabees III 3:2)
- δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. (Septuagint, Liber Proverbiorum 9:9)
(70인역 성경, 잠언 9:9)
- διὰ τοῦτο τάδε λέγει Κύριος. ἀνθ᾿ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε, (Septuagint, Prophetia Ezechielis 5:7)
(70인역 성경, 에제키엘서 5:7)
- προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν ἣ τοῖς μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δ εὐλαβουμένοις μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν: (Demades, On the Twelve Years, 8:2)
(데마데스, On the Twelve Years, 8:2)
- μετὰ δὲ Θεμιστοκλέα Ἀρχίας, ἐφ οὗ παραινεῖ τοῖς Ἀθηναίοις μὴ κωλύειν Φίλιππον τῆς Ἀμφικτυονίας μετέχειν μηδὲ ἀφορμὴν διδόναι πολέμου νεωστὶ πεποιημένους τὴν πρὸς αὐτὸν εἰρήνην: (Dionysius of Halicarnassus, Ad Ammaeum, chapter 10 2:2)
(디오니시오스, Ad Ammaeum, chapter 10 2:2)
- ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν. (Plutarch, De fortuna, chapter, section 6 5:1)
(플루타르코스, De fortuna, chapter, section 6 5:1)
- καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλ οἰκῶν ἐν Μεγάροις, οἷς παρ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον. (Lycurgus, Speeches, 38:3)
(리쿠르고스, 연설, 38:3)
- καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἱο῀ν τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται. (Aristides, Aelius, Ars Rhetorica, , 16:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 16:1)
- περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται, αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων. (Aristides, Aelius, Ars Rhetorica, , 4:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 4:1)