호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ὅσῳ δὲ ταῦτ’ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸσ ἐμαυτὸν ἐνενόουν, οἱο͂ν τὸ πρόχειρον ἐκεῖνο, ὡσ οὐδὲν ὄφελοσ ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τισ καὶ τὸν βίον ῥυθμίζοι πρὸσ τὸ βέλτιον ἐκείνουσ γοῦν περιττοὺσ ὄντασ ἐν τοῖσ λόγοισ ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντασ. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲσ ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺσ ἐσ μόνα τὰ βιβλία καὶ τὰσ ἐν ἐκείνοισ φροντίδασ ἀτενὲσ ἀφορῶντασ· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματοσ ἦν ἰδεῖν, ἀλλ’ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δ’ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐσ τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενοσ οἱᾶ ὁ Ἑτοιμοκλῆσ ἄσιτοσ ἔτι καὶ ἄποτοσ ἐγεγράφει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기