호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ Κόδρου γὰρ βασιλεύοντοσ Πελοποννησίοισ γενομένησ ἀφορίασ κατὰ τὴν χώραν αὐτῶν ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺσ προγόνουσ ἐξαναστήσαντασ κατανείμασθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰσ Δελφοὺσ ἀποστείλαντεσ τὸν θεὸν ἐπηρώτων εἰ λήψονται τὰσ Ἀθήνασ· ἀνελόντοσ δὲ τοῦ θεοῦ αὐτοῖσ ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστράτευον ἐπὶ τὰσ Ἀθήνασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기