- 텍스트

Euripides, Ion, choral, antistrophe 1

(에우리피데스, Ion, choral, antistrophe 1)

ὑπερβαλλούσας γὰρ ἔχει θνατοῖς εὐδαιμονίας ἀκίνητον ἀφορμάν, τέκνων οἷς ἂν καρποτρόφοι λάμπωσιν ἐν θαλάμοις πατρίοισι νεάνιδες ἧβαι, διαδέκτορα πλοῦτον ὡς ἕξοντες ἐκ πατέρων ἑτέροις ἐπὶ τέκνοις.? ἀλκά τε γὰρ ἐν κακοῖς σύν τ εὐτυχίαις φίλον, δορί τε γᾷ πατρίᾳ φέρει σωτήριον ἀλκάν. ἐμοὶ μὲν πλούτου τε πάρος βασιλικῶν τ εἰε῀ν θαλάμων τροφαὶ κήδειοι κεδνῶν γε τέκνων. τὸν ἄπαιδα δ ἀποστυγῶ βίον, ᾧ τε δοκεῖ ψέγω: μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς εὔπαιδος ἐχοίμαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION