- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἀξιόλογος?

First/Second declension Adjective; 자동번역 Transliteration: axiologos

Principal Part: ἀξιόλογος ἀξιόλογη ἀξιόλογον

Structure: ἀξιολογ (Stem) + ος (Ending)

Etym.: λέγω

Sense

  1. worthy of mention, noteworthy
  2. of note, important

Examples

  • χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἰή καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς οὐχ οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. (Dionysius of Halicarnassus, chapter 23)
  • ἀξιόλογος γὰρ ἔλεγχος ἡ ἱστορία τῶν διαβάλλειν πειρωμένων τὸν ἐνταῦθα ἀέρα, ὥστε καὶ ἡμᾶς χρηστοτέρας ἔχειν τὰς ἐλπίδας, τελείους ἡμῖν τὰς εὐχὰς ἔσεσθαι πρὸς τὸ εἰς μήκιστόν τε καὶ λιπαρὸν τὸν πάσης γῆς καὶ θαλάττης δεσπότην γῆρας ἀφικέσθαι, τῇ ἑαυτοῦ οἰκουμένῃ διαρκέσοντα ^ ἤδη καὶ γέροντα. (Lucian, Macrobii, (no name) 9:3)
  • ὅσα δέ τινες τῶν πρότερον πεπράγασιν εἰς πόρον χρημάτων ἢ τεχνικῶς τι διῴκησαν, ἃ ὑπελαμβάνομεν ἀξιόλογα αὐτῶν εἶναι, συναγηόχαμεν. (Aristotle, Economics, Book 2 17:2)
  • ὁ δὲ Χαρίδημος, ὃ ᾤετο χωρίον εὐπορώτατον εἶναι, ἐκέλευσεν καὶ εἴ τι νόμισμα ἔχουσιν ἤ τι ἄλλο σκεῦος ἀξιόλογον, εἰς ἕτερον χωρίον ἀποστέλλειν, παραπομπὴν δὲ δώσειν: (Aristotle, Economics, Book 2 108:2)
  • οἰόμαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς. (Dionysius of Halicarnassus, chapter 182)
  • τούτοις γὰρ τοῖς ἀνδράσιν οὐδεὶς ἀγαθὸς σύμβουλος εἶναι δοκεῖ, οὐ στρατηγὸς φρόνιμος,1 οὐ σοφιστὴς ἀξιόλογος, οὐ ποιητὴς ὠφέλιμος, οὐ δῆμος εὐλόγιστος ἀλλ ἢ Σωκράτης ὁ μετὰ τῶν Ἀσπασίας αὐλητρίδων ἐπὶ τῶν ἐργαστηρίων συνδιατρίβων καὶ Πίστωνι τῷ θωρακοποιῷ διαλεγόμενος καὶ Θεοδότην διδάσκων τὴν ἑταίραν ὡς δεῖ τοὺς ἐραστὰς παλεύειν,3 ὡς Ξενοφῶν παρίστησιν ἐν δευτέρῳ Ἀπομνημονευμάτων, τοιαῦτα γὰρ ποιεῖ αὐτὸν παραγγέλματα τῇ Θεοδότῃ λέγοντα, ἃ οὔτε Νικὼ ἡ Σαμία ἢ Καλλιστράτη ἡ Λεσβία ἢ Φιλαινὶς ἡ Λευκαδία, ἀλλ οὐδὲ ὁ Ἀθηναῖος Πυθόνικος συνεωράκασιν πόθων θέλγητρα: (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 63 1:2)
  • ἐπειδὰν δὲ ὁ χρόνος ἀξιόλογος προσελθὼν τύπους ἰσχυροὺς αὐτῶν ἐν ταῖς ψυχαῖς ἡμῶν ἐμποιήσῃ, τότε ἀπὸ τοῦ ῥᾴστου δρῶμεν αὐτὰ καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον ἀπταίστῳ διερχόμεθα ἕξει τε καὶ τάχει . (Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 2581)
  • φησί, ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ ὅτι τὴν μὲν τῶν Υἁκινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γινόμενον περὶ τὸν Υἅκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν οὔτε ἄλλα πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσιν οὐδ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν, ἀλλὰ μετ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται, τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη: (Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 17 1:1)
  • ἐπεὶ δὲ τῶν διαθηκῶν τῶν Καίσαρος ἀνοιχθεισῶν εὑρέθη δεδομένη Ῥωμαίων ἑκάστῳ δόσις ἀξιόλογος, καί τὸ σῶμα κομιζόμενον δι ἀγορᾶς ἐθεάσαντο ταῖς πληγαῖς διαλελωβημένον, οὐκέτι κόσμον εἶχεν οὐδὲ τάξιν αὐτῶν τὸ πλῆθος, ἀλλὰ τῷ μὲν νεκρῷ περισωρεύσαντες ἐξ ἀγορᾶς βάθρα καί κιγκλίδας καί τραπέζας ὑφῆψαν αὐτοῦ καὶ κατέκαυσαν, ἀράμενοι δὲ δαλοὺς διαπύρους ἔθεον ἐπὶ τὰς οἰκίας τῶν ἀνῃρηκότων ὡς καταφλέξοντες, ἄλλοι δὲ ἐφοίτων πανταχόσε τῆς πόλεως συλλαβεῖν καί διασπάσασθαι τοὺς ἄνδρας ζητοῦντες. (Plutarch, Caesar, chapter 68 1:1)

Synonyms

  1. worthy of mention

  2. of note

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION