ἀτείχιστος?
First/Second declension Adjective;
자동번역
Transliteration: ateichistos
Principal Part:
ἀτείχιστος
ἀτείχιστη
ἀτείχιστον
Structure:
ἀ
(Prefix)
+
τειχιστ
(Stem)
+
ος
(Ending)
Sense
- unwalled, unfortified
- not walled in, not blockaded
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά. καὶ τίνες αἱ πόλεις, ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις. (Septuagint, Liber Numeri 13:20)
- ὥσπερ πόλις τὰ τείχει καταβεβλημένη καὶ ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει. (Septuagint, Liber Proverbiorum 25:30)
- τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὀ`ν πότε τις ἐπελθὼν καὶ ἅμ ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται: (Dionysius of Halicarnassus, De Thucydidis idiomatibus (epistula ad Ammaeum), chapter 15 1:2)
- θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι καιομένην τὴν Ἑλλάδα περιορῶσιν ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς χρώμενοι: (Dionysius of Halicarnassus, chapter 30 3:1)
- κἀπειδὰν τἀν τῇ Ἑλλάδι πάντα ἤδη χειρωσώμεθα - οὐδεὶς γὰρ ὁ ἐναντιωθησόμενος ἡμῖν τα ὅπλα τοσούτοις οὖσιν, ἀλλ᾿ ἀκονιτὶ κρατοῦμεν - ἐπιβάντες επὶ τὰς τριήρεις καὶ τοὺς ἵππους ἐς τὰς ἱππαγωγοὺς ἐμβιβάσαντες - παρεσκεύασται δ᾿ ἐν Κεγχρεαῖς καὶ σῖτος ἱκανὸς καὶ τὰ πλοῖα διαρκῆ καὶ τὰ ἄλλα πάντα - διαβάλλωμεν τὸν Αἰγαῖον εἰς τὴν Ιὠνίαν, εἶτα ἐκεῖ τῇ Ἀρτέμιδι θύσαντες καὶ τὰς πόλεις ἀτειχίστους λαβόντες ῥᾳδίως ἄρχοντας ἀπολιπόντες προχωρῶμεν ἐπὶ Συρίας διὰ Καρίας, εἶτα Λυκίας καὶ Παμφυλίας καὶ Πισιδῶν καὶ τῆς παραλίου καὶ ὀρεινῆς Κιλικίας, ἄχρι ἂν ἐπὶ τὸν Εὐφράτην ἀφικώμεθα. (Lucian, 55:1)
- πάλιν δεηθεὶς χρημάτων ἐξεκκλησιάσας τοῖς Μυλασσεῦσιν ἔλεγεν ὅτι μητρόπολις οὖσα ἡ πόλις αὐτοῦ αὕτη ἀτείχιστός ἐστιν, ὁ δὲ βασιλεὺς ἐπ αὐτὸν στρατεύει. (Aristotle, Economics, Book 2 48:1)
- "οὐκ ἂν εἰή ἀτείχιστος πόλις ἅτις ἄνδρεσσι, καὶ οὐ πλίνθοις ἐστεφάνωται. (Plutarch, Lycurgus, chapter 19 4:6)
- ἁρμοσάμενος δὲ τὸ πλῆθος ἅπαν ὥσπερ ὄργανον πρὸς ἕνα τὸν τοῦ κοινῇ συμφέροντος λογισμὸν καὶ τῆς πόλεως τὸν περίβολον αὐξήσας τῷ Κυρινείῳ λόφῳ ῾τέως γὰρ ἔτι ἀτείχιστος ἦν τότε τῶν ἄλλων πολιτευμάτων ἥπτετο δύο ταῦτα πραγματευόμενος, οἷς κοσμηθεῖσαν ὑπελάμβανεν τὴν πόλιν εὐδαίμονα γενησεσθαι καὶ μεγάλην: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 62 7:1)
- ὀλίγου τε πάνυ ἡ πόλις ἐδέησεν ἁλῶναι κατὰ κράτος ἀτείχιστος οὖσα ἐκ τῶν παρὰ τὸν ποταμὸν μερῶν, εἰ συνεισέπεσον εἰς αὐτὴν ἅμα τοῖς φεύγουσιν οἱ διώκοντες. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 23 3:2)
Synonyms
-
unwalled
-
not walled in
- εὐαποτείχιστος (easy to wall off, easy to blockade by circumvallation)