- 텍스트

Diodorus Siculus, Library, book xii, chapter 61

(디오도로스 시켈로스, Library, book xii, chapter 61)

Δημοσθένης δὲ στρατεύσας ἐπὶ Πύλον ἐπεβάλετο τοῦτο τὸ χωρίον τειχίσαι κατὰ τῆς Πελοποννήσου:? ἔστι γὰρ ὀχυρόν τε διαφερόντως καὶ κείμενον ἐν τῇ Μεσσηνίᾳ, τῆς δὲ Σπάρτης ἀπέχον σταδίους τετρακοσίους. ἔχων δὲ τότε καὶ ναῦς πολλὰς καὶ στρατιώτας ἱκανούς, ἐν εἴκοσιν ἡμέραις ἐτείχισε τὴν Πύλον. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὸν τειχισμὸν τῆς Πύλου συνήγαγον δύναμιν ἀξιόλογον οὐ μόνον πεζήν, ἀλλὰ καὶ ναυτικήν. διὸ καὶ τριήρεσι μὲν ἐπὶ τὴν Πύλον ἔπλευσαν τετταράκοντα πέντε καλῶς κατεσκευασμέναις, πεζοῖς δὲ ἐστράτευσαν μυρίοις καὶ δισχιλίοις, αἰσχρὸν ἡγούμενοι τοὺς τῇ Ἀττικῇ δῃουμένῃ μὴ τολμήσαντας βοηθεῖν ἐν Πελοποννήσῳ χωρίον τειχίζειν καὶ καταλαμβάνεσθαι.

οὗτοι μὲν οὖν ἡγουμένου Θρασυμήδους πλησίον τῆς Πύλου κατεστρατοπέδευσαν.

ἐμπεσούσης δὲ ὁρμῆς τῷ πλήθει πάντα κίνδυνον ὑπομένειν καὶ βίᾳ χειρώσασθαι τὴν Πύλον, τὰς μὲν ναῦς ἀντιπρῴρους ἔστησαν τῷ στόματι τοῦ λιμένος, ὅπως διὰ τούτων ἐμφράξωσι τὸν εἴσπλουν τῶν πολεμίων, πεζῇ δ ἐκ διαδοχῆς προσβάλλοντες τῷ τείχει καὶ φιλοτιμίαν τὴν μεγίστην εἰσφερόμενοι θαυμασίους ἀγῶνας συνεστήσαντο. εἰς δὲ τὴν νῆσον τὴν καλουμένην Σφακτηρίαν, παρατεταμένην δ ἐπὶ μῆκος καὶ ποιοῦσαν εὔδιον τὸν λιμένα, διεβίβασαν τοὺς ἀρίστους τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων.

τοῦτο δ ἔπραξαν φθάσαι βουλόμενοι τοὺς Ἀθηναίους προκαταλαβέσθαι τὴν νῆσον, εὐφυῶς σφόδρα κειμένην πρὸς τὴν πολιορκίαν. διημερεύοντες δ ἐν ταῖς τειχομαχίαις καὶ κατατιτρωσκόμενοι διὰ τὴν ἀπὸ τοῦ τείχους ὑπεροχὴν οὐκ ἔληγον τῆς βίας:

διὸ πολλοὶ μὲν αὐτῶν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ κατετραυματίζοντο πρὸς τόπον ὠχυρωμένον βιαζόμενοι. οἱ δὲ Ἀθηναῖοι προκατειλημμένοι χωρίον καὶ φύσει καρτερόν, καὶ βελῶν τε πλήθη καὶ τῶν ἄλλων τῶν χρησίμων πολλὴν ἔχοντες ἀφθονίαν, ἐκθύμως ἠμύνοντο:

ἤλπιζον γὰρ κρατήσαντες τῆς ἐπιβολῆς πάντα τὸν πόλεμον περιαγαγεῖν εἰς τὴν Πελοπόννησον καὶ δῃώσειν ἀνὰ μέρος τὴν χώραν τῶν πολεμίων.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION