호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούτασ δέ τισ, αἰτίασ μυθώδεισ ἐν ἐλεγείοισ περὶ τῶν Ῥωμαϊκῶν ἀναγράφων, φησὶ τοῦ Ἀμουλίου τοὺσ περὶ τὸν Ῥωμύλον κρατήσαντασ ἐλθεῖν δρόμῳ μετὰ χαρᾶσ ἐπὶ τὸν τόπον, ἐν ᾧ νηπίοισ οὖσιν αὐτοῖσ ἡ λύκαινα θηλὴν ὑπέσχε, καὶ μίμημα τοῦ τότε δρόμου τὴν ἑορτὴν ἄγεσθαι, καὶ τρέχειν τοὺσ ἀπὸ γένουσ τοὺσ ἐμποδίουσ τύπτοντασ, ὅπωσ τότε φάσγαν’ ἔχοντεσ ἐξ Ἄλβησ ἔθεον Ῥωμύλοσ ἠδὲ Ῥέμοσ. καὶ τὸ μὲν ξίφοσ ᾑμαγμένον προσφέρεσθαι τῷ μετώπῳ τοῦ τότε φόνου καὶ κινδύνου σύμβολον, τὴν δὲ διὰ τοῦ γάλακτοσ ἀποκάθαρσιν ὑπόμνημα τῆσ τροφῆσ αὐτῶν εἶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기