호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ’ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖσ μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντεσ αὑτοὺσ καὶ τὸν στρατηγόν, ἐκείνοισ δὲ μήτε γυμνασίων μήτε χώρασ ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντεσ. ἐπεὶ δὲ Φαρνάβαζοσ ἱππέασ τε πολλοὺσ ἔχων καὶ πεζοὺσ ἐπῆλθεν αὐτοῖσ ἐμβεβληκόσιν εἰσ τὴν Ἀβυδηνῶν, ὁ δ’ Ἀλκιβιάδησ ἐκβοηθήσασ ἐπ’ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότουσ μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντεσ ἐπανῄεσαν εἰσ τὸ στρατόπεδον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기